← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.1.1-5.1.13

漂流叙拉古与老人埃癸阿勒俄斯的往事

安西娅与犬群一同被囚于沟壕,哈布罗科墨斯则漂流至西西里的叙拉古,寄居在老渔夫埃癸阿勒俄斯家中。埃癸阿勒俄斯讲述了自己与亡妻忒尔克西诺厄的私奔往事,并展示了其防腐保存的遗体;哈布罗科墨斯听后深感悲痛,感叹自身与安西娅的离散及命运的残酷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.1

Καὶ ἡ μὲν ἐν τῇ τάφρῳ κατεκέκλειστο μετὰ τῶν κυνῶν, ὁ δʼ Ἀμφίνομος ἑκάστοτε κἀκείνην παρεμυθεῖτο καὶ τοὺς κύνας ἡμέρους ἐποίει τρέφων· ὁ δὲ Ἁβροκόμης διανύσας τὸν ἀπ’ Αἰγύπτου πλοῦν εἰς αὐτὴν μὲν Ἰταλίαν οὐκ ἔρχεται (τὸ γὰρ πνεῦμα τὴν ναῦν ἀπῶσαν τοῦ κατʼ εὐθὺ ἀπέσφηλε πλοῦ),1 ἤγαγε δὲ εἰς Σικελίαν καὶ κατήχθησαν εἰς πόλιν Συρακούσας μεγάλην καὶ καλήν.

安西娅与犬群一同被关在沟壕之中,但安菲诺莫斯常常安慰她,并通过喂养使犬群变得温驯;与此同时,哈布罗科墨斯结束了从埃及出发的航行,却没有到达意大利本土(因为海风将船冲开,使之偏离了直行的航路),而是将他们带往西西里,并在大而秀美的叙拉古城靠岸。

§5.1.2

Ἐνταῦθα ὁ Ἁβροκόμης γενόμενος ἔγνω περιιέναι τὴν νῆσον καὶ ἀναζητεῖν εἴ τι περὶ Ἀνθείας πύθοιτο. Καὶ δὴ ἐνοικίζεται πλησίον τῆς θαλάττης παρὰ ἀνδρὶ Αἰγιαλεῖ πρεσβύτῃ, ἁλιεῖ τὴν τέχνην. Οὗτος ὁ Αἰγιαλεὺς πένης μὲν ἦν καὶ ξένος καὶ ἀγαπητῶς αὑτὸν διέτρεφεν ἐκ τῆς τέχνης· ὑπεδέξατο δὲ τὸν Ἁβροκόμην ἄσμενος καὶ παῖδα ἐνόμιζεν αὑτοῦ καὶ ἠγάπα διαφερόντως.

哈布罗科墨斯到了那里,便决定巡历全岛,探寻是否能得知有关安西娅的任何消息。于是他在海边一处住所安顿下来,寄居于一位名叫埃癸阿勒俄斯的老渔夫家中。这位埃癸阿勒俄斯既贫穷又是异乡客,仅靠捕鱼微薄地自食其力;但他欣然接纳了哈布罗科墨斯,视其若己出,十分疼爱他。

§5.1.3

Καὶ ἤδη ποτὲ καὶ ἐκ πολλῆς τῆς πρὸς ἀλλήλους συνηθείας ὁ μὲν Ἁβροκόμης αὐτῷ διηγήσατο τὰ καθʼ αὑτόν, καὶ τὴν Ἄνθειαν εἰρήκει καὶ τὸν ἔρωτα καὶ τὴν πλάνην, ὁ δὲ Αἰγιαλεὺς ἄρχεται τῶν αὑτοῦ διηγημάτων.

不久,由于彼此过从甚密,哈布罗科墨斯向他倾诉了自己的经历,谈及安西娅、两人的爱恋以及流散的旅程;埃癸阿勒俄斯也开始讲述自己的身世。

§5.1.4

Ἐγὼ ἔφη, τέκνον Ἁβροκόμη, οὔτε Σικελιώτης οὔτε ἐπιχώριος, ἀλλὰ Σπαρτιάτης Λακεδαιμόνιος τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, καὶ περιουσίαν ἔχων πολλήν.

他说:“孩子哈布罗科墨斯,我既不是西西里人,也不是本地居民,而是拉刻代蒙的斯巴达人,出自当地最有权势的家族,曾拥有巨额财富。

§5.1.5

Νέος δὲ ὢν ἠράσθην κόρης πολίτιδος Θελξινόης τοὔνομα, ἀντερᾷ δέ μου καὶ ἡ Θελξινόη. Καὶ τῇ πόλει παννυχίδος ἀγομένης συνήλθομεν ἀλλήλοις, ἀμφοτέρους ὁδηγοῦντος τοῦ θεοῦ, καὶ ἀπελαύσαμεν ὧν ἕνεκα συνήλθομεν.2

年轻时,我爱上了同城的少女,名叫忒尔克西诺厄,忒尔克西诺厄也同样爱我。当城中举行彻夜祭典时,在神祇的指引下,我们两人走到了一起,享受了相会所为之事。

§5.1.6

Καὶ χρόνῳ τινὶ ἀλλήλοις συνῆμεν λανθάνοντες καὶ ὠμόσαμεν ἀλλήλοις πολλάκις στέρξειν καὶ μέχρι θανάτου· ἐνεμέσησε δέ τις ἄρα θεῶν. Κἀγὼ μὲν ἔτι ἐν τοῖς ἐφήβοις ἤμην, τὴν δὲ Θελξινόην ἐδίδοσαν πρὸς γάμον οἱ πατέρες ἐπιχωρίῳ τινὶ νεανίσκῳ Ἀνδροκλεῖ τοὔνομα· ἤδη δὲ αὐτῆς καὶ ἤρα ὁ Ἀνδροκλῆς.

有一段时间,我们背着众人私下相聚,多次彼此起誓要相爱直至死亡;然而,似乎有某位神祇心生嫉妒。当时我仍处于青年预备兵之列,而父母们却要把忒尔克西诺厄嫁给本地一个名叫安德洛克勒斯的青年;当时安德洛克勒斯也已深深爱恋着她。

§5.1.7

Τὰ μὲν οὖν πρῶτα ἡ κόρη πολλὰς προφάσεις ἐποιεῖτο ἀναβαλλομένη τὸν γάμον· τελευταῖον δὲ δυνηθεῖσα ἐν ταὐτῷ μοι γενέσθαι συντίθεται νύκτωρ ἐξελθεῖν Λακεδαίμονος μετʼ ἐμοῦ. Καὶ δὴ ἐστείλαμεν ἑαυτοὺς νεανικῶς, ἀπέκειρα δὲ καὶ τὴν κόμην τῆς Θελξινόης.

起初,少女找了许多借口推延婚事;但最终她得以与我独处,便同我约定乘夜与我一同离开拉刻代蒙。我们扮作青年的模样,我还剪短了忒尔克西诺厄的长发。

§5.1.8

Ἐν αὐτῇ οὖν τῇ τῶν γάμων νυκτὶ ἐξελθόντες τῆς πόλεως ᾔειμεν ἐπʼ Ἄργος καὶ Κόρινθον, κἀκεῖθεν ἀναγόμενοι ἐπλεύσαμεν εἰς Σικελίαν. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὴν φυγὴν ἡμῶν θάνατον κατεψηφίσαντο. Ἡμεῖς δὲ ἐνταῦθα διήγομεν ἀπορίᾳ μὲν τῶν ἐπιτηδείων, ἡδόμενοι δὲ καὶ πάντων ἀπολαύειν δοκοῦντες, ὅτι ἦμεν μετʼ ἀλλήλων.

就在婚礼当晚,我们逃出城外,前往阿尔戈斯和科林斯,又从那里扬帆出海驶往西西里。斯巴达人得知我们的逃亡后,判处我们死刑。我们在此地生活,虽缺衣少食,但因为厮守在一起,便满心欢喜,自以为享尽了一切。

§5.1.9

Καὶ τέθνηκεν ἐνταῦθα οὐ πρὸ πολλοῦ Θελξινόη καὶ τὸ σῶμα οὐ τέθαπται, ἀλλʼ ἔχω γὰρ μετ’ ἐμαυτοῦ καὶ ἀεὶ φιλῶ καὶ σύνειμι.

不久前,忒尔克西诺厄在此地去世,遗体并没有下葬;因为我把她留在身边,常常亲吻她,与她相伴相守。”

§5.1.10

Καὶ ἅμα λέγων εἰσάγει τὸν Ἁβροκόμην εἰς τὸ ἐνδότερον δωμάτιον καὶ δεικνύει τὴν Θελξινόην, γυναῖκα πρεσβῦτιν μὲν ἤδη, καλὴν δὲ γενομένην ἔτι Αἰγιαλεῖ κόρην·3 τὸ δὲ σῶμα αὐτῆς ἐτέθαπτο ταφῇ Αἰγυπτίᾳ· ἦν γὰρ καὶ τούτων ἔμπειρος ὁ γέρων.

他说着,便领哈布罗科墨斯走进内室,让他看忒尔克西诺厄。她如今虽已是老妇,但在埃癸阿勒俄斯眼中仍是昔日美丽的少女。她的遗体依照埃及的葬法加以防腐处理,因为这老人对这些技艺也颇有通晓。

§5.1.11

Ταύτῃ οὖν ἔφη, ὦ τέκνον Ἁβροκόμη, ἀεί τε ὡς ζώσῃ λαλῶ καὶ συγκατάκειμαι καὶ συνευωχοῦμαι· κἂν ἔλθω ποτὲ ἐκ τῆς ἁλιείας κεκμηκώς, αὕτη με παραμυθεῖται βλεπομένη· οὐ γὰρ οἵα νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί·4 ἀλλʼ ἐννοῶ, τέκνον, οἵα μὲν ἦν ἐν Λακεδαίμονι, οἵα δὲ ἐν τῇ φυγῇ· τὰς παννυχίδας ἐννοῶ, τὰς συνθήκας ἐννοῶ.

他说:“因此,孩子哈布罗科墨斯,我常常像对着活人一样同她说话,与她同榻而眠,一同用膳;若是我捕鱼归来感到疲惫,只要看着她,便觉安慰。因为在我眼中,她并非呈现为你此刻所见的那副模样;孩子啊,我思念的是她在拉刻代蒙时的形容,流亡中的形容;我思念那些彻夜的欢庆,思念我们的誓约。”

§5.1.12

Ἔτι λέγοντος τοῦ Αἰγιαλέως ἀνωδύρετο ὁ Ἁβροκόμης σὲ δὲ λέγων, ὦ πασῶν δυστυχεστάτη κόρη, πότε ἀνευρήσω κἂν νεκράν; Αἰγιαλεῖ μὲν γὰρ τοῦ βίου μεγάλη παραμυθία τὸ σῶμα τὸ Θελξινόης, καὶ νῦν ἀληθῶς μεμάθηκα ὅτι ἔρως ἀληθινὸς ὅρον ἡλικίας οὐκ ἔχει· ἐγὼ δὲ πλανῶμαι μὲν κατὰ πᾶσαν γῆν καὶ θάλασσαν, οὐ δεδύνημαι δὲ οὐδὲν ἀκοῦσαι περὶ σοῦ. Ὦ μαντεύματα δυστυχῆ, ὦ τὰ πάντων ἡμῖν Ἄπολλον χρήσας χαλεπώτατα,5 οἴκτειρον ἤδη καὶ τὰ τέλη τῶν μεμαντευμένων ἀποδίδου.

埃癸阿勒俄斯还在诉说时,哈布罗科墨斯便悲叹道: “至于你,世上最不幸的少女啊,我究竟何时才能找到你,哪怕只是一具遗体?对于埃癸阿勒俄斯而言,忒尔克西诺厄的遗体是他生命中巨大的慰藉,如今我真正懂得,真挚的爱并无年龄的界限;而我辗转漂泊于每寸土地与海洋,却得不到半点关于你的消息。啊,灾祸的预言,啊,阿波罗,你为我们降下最残酷的签示,如今请垂怜我们,赐予预言的圆满终局吧!”

语法注5 条
  1. 5.1.1ἀπῶσαν τοῦ κατʼ εὐθὺ ἀπέσφηλε πλοῦ

    分词 ἀπῶσαν 为阴性单数宾格,修饰主句的宾语 τὴν ναῦν。主要动词 ἀπέσφηλε 支配分离属格(τοῦ κατʼ εὐθὺ ... πλοῦ,“偏离直行航线”),意为“使……偏离”。

  2. 5.1.5ἀπελαύσαμεν ὧν ἕνεκα συνήλθομεν

    动词 ἀπολαύω 支配属格。关系代词 ὧν 受后置介词 ἕνεκα(“为了……”)支配呈属格,而先行词(如 τούτων)被省略,同时承担 ἀπελαύσαμεν 所要求的属格宾语机能。

  3. 5.1.10καλὴν δὲ γενομένην ἔτι Αἰγιαλεῖ κόρην

    Αἰγιαλεῖ 是表示判断或参照的与格(“在埃癸阿勒俄斯眼中”)。不定过去时分词 γενομένην 表达过去的状态(“曾是美丽的少女”),与前文现状的老妇(πρεσβῦτιν)形成对照。

  4. 5.1.11οὐ γὰρ οἵα νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί

    相关句式 οἵα ... τοιαύτη:“她在我眼中呈现的样子,并非如你此刻所见的那样”。代词 σοί 和 ἐμοί 分别与被动/中间态动词(ὁρᾶται, φαίνεται)连用,作判断者或关系的与格。

  5. 5.1.13ὦ τὰ πάντων ἡμῖν Ἄπολλον χρήσας χαλεπώτατα

    呼格 Ἄπολλον 由分词短语 τὰ πάντων ἡμῖν ... χρήσας χαλεπώτατα 修饰。动词 χρήσας 意为“降下神谕”,τὰ ... χαλεπώτατα 为中性复数最高级宾语,表示“万物/万事中最苛刻者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.1.1-5.1.13