← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.14.1-5.14.4

安忒亚与哈布罗科墨斯互表贞洁

夜深人静时,安忒亚回忆了所经历的种种磨难,申明自己始终坚守贞节,并询问哈布罗科墨斯是否也守身如玉;哈布罗科墨斯指着久别重逢的这一天起誓,表明自己同样忠贞不渝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14.1

Ὡς δὲ οἱ μὲν ἄλλοι πάντες κατεκοιμήθησαν, ἡσυχία δὲ ἦν ἀκριβής, περιλαβοῦσα ἡ Ἄνθεια τὸν Ἁβροκόμην ἔκλαεν ἄνερ λέγουσα καὶ δέσποτα, ἀπείληφά σε πολλὴν γῆν πλανηθεῖσα καὶ θάλασσαν, λῃστῶν ἀπειλὰς ἐκφυγοῦσα καὶ πειρατῶν ἐπιβουλὰς καὶ πορνοβοσκῶν ὕβρεις καὶ δεσμὰ καὶ τάφρους καὶ ξύλα καὶ φάρμακα καὶ τάφους·

当其他所有人都已入睡、四周完全寂静之时,安忒亚抱住哈布罗科墨斯,哭泣着说道: “我的丈夫和主人,我漂泊了无数土地与海洋,逃过了强盗的恐吓、海盗的暗算、妓院老板的凌辱、囚禁、深壕、木枷、毒药与坟墓,终于重获了你。

§5.14.2

ἀλλʼ ἥκω σοι τοιαύτη, τῆς ἐμῆς ψυχῆς Ἁβροκόμη δέσποτα, οἵα τὸ πρῶτον ἀπηλλάγην εἰς Συρίαν ἐκ Τύρου· ἔπεισε δέ με ἁμαρτεῖν οὐδείς, οὐ Μοῖρις ἐν Συρίᾳ, οὐ Περίλαος ἐν Κιλικίᾳ, οὐκ ἐν Αἰγύπτῳ Ψάμμις καὶ Πολύιδος, οὐκ Ἀγχίαλος ἐν Αἰθιοπίᾳ, οὐκ ἐν Τάραντι ὁ δεσπότης, ἀλλʼ ἁγνὴ μένω σοι πᾶσαν σωφροσύνης μηχανὴν πεποιημένη·

然而,我灵魂的主人哈布罗科墨斯,我回到你身边时,仍同我最初从推罗被带往叙利亚时一样。没有人能说服我犯下过错,不论是叙利亚的莫伊里斯、基利家的佩里拉俄斯、埃及的普萨米斯与波吕伊多斯、埃塞俄比亚的安基阿罗斯,还是塔兰托的那位主人;我施尽了保全贞节的万般计策,只为你保留着纯洁。

§5.14.3

σὺ δὲ ἆρα, Ἁβροκόμη, σώφρων ἔμεινας, ἢ μέ τις παρευδοκίμησεν ἄλλη καλή; ἢ μή τις ἠνάγκασέ σε1 ἐπιλαθέσθαι τῶν ὅρκων τε κἀμοῦ;

然而,哈布罗科墨斯,你也同样保持了忠贞吗?还是有别的绝色女子夺走了本属于我的宠爱?莫非真有人强迫你忘却誓言和我吗?”

§5.14.4

Ταῦτα ἔλεγε καὶ κατεφίλει συνεχῶς, ὁ δὲ Ἁβροκόμης ἀλλʼ ὀμνύω σοι φησὶ τὴν μόγις ἡμῖν ἡμέραν ποθεινὴν εὑρημένην2 ὡς οὔτε παρθένος ἐμοί τις ἔδοξεν εἶναι καλή, οὔτʼ ἄλλη τις ὀφθεῖσα ἤρεσε γυνή, ἀλλὰ τοιοῦτον εἴληφας Ἁβροκόμην, οἷον ἐν Τύρῳ κατέλιπες ἐν δεσμωτηρίῳ.

她说着这些话,不住地亲吻他。哈布罗科墨斯则说道: “但我向你指着这我们历经千辛万苦才迎来的渴望之日起誓:在我看来,没有任何少女是美丽的,也没有任何映入眼帘的其他妇人能讨得我的欢心;你所重获的哈布罗科墨斯,正是你当年在推罗监狱中留下的那个模样。”

语法注2 条
  1. 5.14.3ἢ μή τις ἠνάγκασέ σε

    在直接疑问句中由 μή 引导的句式,表示带有疑虑或担忧的情绪并期待否定回答(“莫非/难道真有人强迫你……不成?”)。此处理解为安忒亚不愿相信丈夫变心而带着担心的试探与询问。

  2. 5.14.4τὴν μόγις ἡμῖν ἡμέραν ποθεινὴν εὑρημένην

    动词 ὀμνύω(起誓)所支配的宾格,表示起誓时所指凭的事物。在希腊语宣誓句式中,接受誓言者用与格(σοί),所凭藉的神灵或事物用直接宾格。此处哈布罗科墨斯指着经历万难才迎来的“渴望之日”本身起誓。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.14.1-5.14.4