← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.15.1-5.15.4

返回以弗所并向阿耳忒弥斯献纳

安忒亚与哈布罗科墨斯互表忠贞并释嫌,随后与希波托俄斯等人一同乘船返回以弗所,向阿耳忒弥斯神庙供奉经历记录,安葬故去的父母,自此共度幸福余生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15.1

Ταῦτα δι’ ὅλης τῆς νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥᾳδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον· ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων πλήθους· συναπῄει δὲ καὶ ὁ Ἱππόθοος τά τε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη· καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον.

他们整夜就这样彼此申辩,且由于两人皆心向于此,便轻易地消除了彼此的疑虑。天亮之后,他们登上船只,装载上各自的所有财产起锚出航,全体罗得岛民众都前来为他们送行。希波托俄斯也带着自己所有的财物以及克莱斯忒涅斯与他们一同启程。只用了数日,他们便结束航程,抵达以弗所港口。

§5.15.2

Προεπέπυστο τὴν σωτηρίαν αὐτῶν ἡ πόλις ἅπασα· ὡς δὲ ἐξέβησαν, εὐθὺς ὡς εἶχον1 ἐπὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος ᾔεσαν καὶ πολλὰ εὔχοντο καὶ θύσαντες ἄλλα τε ἀνέθεσαν ἀναθήματα καὶ δὴ καὶ γραφῇ τῇ θεῷ ἀνέθεσαν2 πάντα ὅσα τε ἔπαθον καὶ ὅσα ἔδρασαν·

全城早已获悉他们平安归来的消息。他们一登上海岸,便就着原样径直前往阿耳忒弥斯的神殿,虔诚祈祷,献上牺牲,供奉了其他奉纳物,更将自己所经历的一切苦难与所行的一切事迹著成文字奉献给女神。

§5.15.3

καὶ ταῦτα ποιήσαντες, ἀνελθόντες εἰς τὴν πόλιν τοῖς γονεῦσιν αὑτῶν τάφους κατεσκεύασαν μεγάλους (ἔτυχον γὰρ ὑπὸ γήρως καὶ ἀθυμίας προτεθνηκότες), καὶ αὐτοὶ τοῦ λοιποῦ3 διῆγον ἑορτὴν ἄγοντες τὸν μετʼ ἀλλήλων βίον.4

行完这些事后,他们回到城中,为各自的父母修建了宏伟的陵墓(原来双亲都已因年老和绝望而先期离世);自此以后,他们相伴度日,将共同的生活过成了一场盛大的节日。

§5.15.4

Καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη κοινωνοὶ πάντων τοῖς συντρόφοις ἦσαν, διέγνω δὲ καὶ ὁ Ἱππόθοος ἐν Ἐφέσῳ τὸν λοιπὸν διαβιῶναι χρόνον. Καὶ δὴ Ὑπεράνθους τάφον ἤγειρε μέγαν κατὰ Λέσβον γενόμενος, καὶ τὸν Κλεισθένη παῖδα ποιησάμενος ὁ Ἱππόθοος διῆγεν ἐν Ἐφέσῳ μεθʼ Ἁβροκόμου καὶ Ἀνθείας. Ξενοφῶντος τῶν κατὰ Ἄνθειαν καὶ Ἁβροκόμην Ἐφεσιακῶν λόγων τέλος

留孔与萝德同这两位童年伙伴共享一切,希波托俄斯也决意在以弗所度过余生。随后,希波托俄斯前往莱斯博斯岛,为许佩兰忒斯修造了一座巨大的陵墓,又收克莱斯忒涅斯为养子,同哈布罗科墨斯和安忒亚一起生活在以弗所。 色诺芬《安忒亚与哈布罗科墨斯以弗所故事》终。

语法注4 条
  1. 5.15.2εὐθὺς ὡς εἶχον

    副词 εὐθύς 与习语 ὡς εἶχον(字面为“如同他们所处的那样”)的结合,意为“就着原样”、“毫不耽搁地立刻”。表示他们下船后未经梳洗更衣,径直前往神庙。

  2. 5.15.2γραφῇ τῇ θεῷ ἀνέθεσαν

    γραφῇ 为手段或方式与格,意为“以文字形式/记录”。指他们将自己遭受的苦难(ἔπαθον)与所做的一切(ἔδρασαν)著成文字或铭文奉纳给女神。

  3. 5.15.3τοῦ λοιποῦ

    表示时间范围的时间属格(genitive of time within which),用作副词性修饰语,意为“从今以后”、“往后”,修饰主句动词 διῆγον。

  4. 5.15.3ἑορτὴν ἄγοντες τὸν μετʼ ἀλλήλων βίον

    ἑορτὴν ἄγειν 是“过节/举行庆典”的固定短语。此处与 τὸν μετʼ ἀλλήλων βίον(“彼此相伴的生涯”)连用,构成带谓语性宾格/同族扩展的句式,意为“将二人共同的生活过成了一场(恒久的)节日盛宴”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.15.1-5.15.4