← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.13.1-5.13.5

哈布罗科墨斯与安忒亚的重逢与欢宴

得知安忒亚被找到的消息后,哈布罗科墨斯飞奔赶来,两人终于在伊西斯神庙前戏剧性地重逢并感谢女神。众人在勒乌孔家设宴庆祝,互诉离散后的艰险经历,随后同宿共歇准备返航。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13.1

Συνέρρει δὲ ἅπαν τὸ πλῆθος τῶν Ῥοδίων, πυνθανόμενον τὴν Ἀνθείας εὕρεσιν καὶ Ἁβροκόμου· παρῆν δὲ ἐν τούτῳ καὶ ὁ Ἱππόθοος, ἐγνωρίσθη τε τοῖς περὶ τὸν Λεύκωνα καὶ αὐτὸς ἔμαθεν οἵ τινές εἰσι· καὶ ἦν τὰ μὲν ἄλλα ἐν αὐτοῖς ἐπιτηδείως, τὸ δὲ...1 ὅτι μηδέπω Ἁβροκόμης ταῦτα ἐπίσταται· ἔτρεχον δὲ ὡς εἶχον2 ἐπὶ τὴν οἰκίαν.

罗得岛的所有民众得知安忒亚和哈布罗科墨斯被找到的消息后,纷纷蜂拥而至。此时希波托俄斯也在场,他被引荐给勒乌孔一行,自己也得知了他们是谁。众人之间其他一切都安排得妥当,唯独……哈布罗科墨斯尚不知晓此事;于是他们以最快的速度向住处奔去。

§5.13.2

Ὁ δὲ ὡς ἤκουσεν παρά τινος τῶν Ῥοδίων τὴν τῆς Ἀνθείας εὕρεσιν, διὰ μέσης τῆς πόλεως βοῶν Ἄνθεια ἐοικὼς μεμηνότι ἔθει. Καὶ δὴ συντυγχάνει τοῖς περὶ τὴν Ἄνθειαν πρὸς τῷ ἱερῷ τῆς Ἴσιδος, πολὺ δὲ τῶν Ῥοδίων πλῆθος ἐφείπετο.

而他从一个罗得岛人那里听闻了寻获安忒亚的消息,便穿过城中心,像发了疯似地奔跑,一边喊着“安忒亚!” 他果然在伊西斯神庙旁与安忒亚一行相遇,后面还跟随着大群罗得岛民众。

§5.13.3

Ὡς δὲ εἶδον ἀλλήλους, εὐθὺς ἀνεγνώρισαν· τοῦτο γὰρ αὐτοῖς ἐβούλοντο αἱ ψυχαί· καὶ περιλαβόντες ἀλλήλους εἰς γῆν κατηνέχθησαν· κατεῖχε δὲ αὐτοὺς πολλὰ ἅμα πάθη, ἡδονή, λύπη, φόβος, ἡ τῶν προτέρων μνήμη, τὸ τῶν μελλόντων δέος· ὁ δὲ δῆμος ὁ Ῥοδίων ἀνευφήμησέ τε καὶ ἀνωλόλυξε, μεγάλην θεὸν ἀνακαλοῦντες τὴν Ἶσιν, πάλιν λέγοντες ὁρῶμεν Ἁβροκόμην καὶ Ἄνθειαν τοὺς καλούς.

他们一见到彼此,立刻就认出了对方;因为这正是他们灵魂深处所渴望的。他们彼此相拥,双双倒在地上。许多强烈的情绪同时占据了他们的心头:喜悦、悲伤、恐惧、对往事的记忆、对未来的担忧。罗得岛的民众欢呼雀跃,高声喝彩,称颂伊西斯为伟大的女神,喊道:“我们又见到了美丽的哈布罗科墨斯与安忒亚!”

§5.13.4

Οἱ δὲ ἀναλαβόντες ἑαυτούς, ἐξαναστάντες εἰς τὸ τῆς Ἴσιδος ἱερὸν εἰσῆλθον σοὶ λέγοντες, ὦ μεγίστη θεά, τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν·3 διὰ σέ, ὦ πάντων ἡμῖν τιμιωτάτη, ἑαυτοὺς ἀπειλήφαμεν· προυκυλίοντό τε τοῦ τεμένους καὶ τῷ βωμῷ προσέπιπτον. Καὶ τότε μὲν αὐτοὺς ἄγουσι παρὰ τὸν Λεύκωνα εἰς τὴν οἰκίαν καὶ ὁ Ἱππόθοος τὰ αὑτοῦ μετεσκευάζετο παρὰ τὸν Λεύκωνα, καὶ ἦσαν ἕτοιμοι πρὸς τὸν εἰς Ἔφεσον πλοῦν· ὡς δὲ ἔθυσαν ἐκείνης τῆς ἡμέρας καὶ εὐωχήθησαν, πολλὰ καὶ ποικίλα παρὰ πάντων τὰ διηγήματα, ὅσα τε ἔπαθεν ἕκαστος καὶ ὅσα ἔδρασε, παρεξέτεινόν τε ἐπὶ πολὺ τὸ συμπόσιον, ὡς αὑτοὺς ἀπολαβόντες χρόνῳ.

他们回过神来,起身走入伊西斯神庙,说道: “至大的女神啊,我们因我们的获救而向您献上感激之情;因着您,我们最崇敬的女神,我们得以重获彼此!” 他们拜伏在圣域的地上,扑倒在祭坛前。 随后,众人将他们领到勒乌孔的住所,希波托俄斯也把自己的行李搬到了勒乌孔家,他们已准备好启程航向以弗所。那天他们献祭并设宴庆祝,所有人都讲述了各自繁多而离奇的经历,讲述了每个人所遭遇的苦难与所做过的事;他们把宴席延续了很久,就像是久别重逢、终于重获彼此的人一样。

§5.13.5

Ἐπεὶ δὲ νὺξ ἤδη ἐγεγόνει, ἀνεπαύοντο οἱ μὲν ἄλλοι πάντες ὅπως ἔτυχον, Λεύκων μὲν καὶ Ῥόδη, Ἱππόθοος δὲ καὶ τὸ μειράκιον τὸ ἐκ Σικελίας τὸ ἀκολουθῆσαν εἰς Ἰταλίαν ἰόντι αὐτῷ ὁ Κλεισθένης ὁ καλός· ἡ δὲ Ἄνθεια ἀνεπαύετο μετὰ Ἁβροκόμου.

夜幕已经降临,其他所有人都各自随意歇息了:勒乌孔与罗得,以及希波托俄斯和跟随他前往意大利的那位来自西西里的美貌少年克勒斯忒涅斯;而安忒亚则与哈布罗科墨斯一同安歇了。

语法注3 条
  1. 5.13.1τὸ δὲ...

    手抄本中在 τὸ δέ 之后存在脱漏(脱文)或极度的省略。与前半句的 τὰ μὲν ἄλλα... ἐπιτηδείως(“其他一切都妥当”)形成对比,此处 τὸ δέ 引入唯一的缺憾或问题(“唯独[不足/成问题的是]哈布罗科墨斯尚不知晓此事”),在 ὅτι 从句前需要补足诸如 ἐνδεὲς ἦν 之类的谓语进行理解。

  2. 5.13.1ὡς εἶχον

    习惯用法,意为“立刻”、“以原样火速地”。此处动词 ἔχω 表状态,连同 ὡς 一起表示不加耽搁、维持原状便飞速采取行动。

  3. 5.13.4τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν

    固定习惯搭配 χάριν οἶδα(接与格,此处对应句首强调的 σοί)意为“向(某人)心怀感激/致谢”(相当于拉丁语 gratias habere/agere)。短语 τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν 作为限定修饰成分,修饰 χάριν,意为“因我们的获救而献上的感谢”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.13.1-5.13.5