← 艾菲索斯的色诺芬

艾菲索斯故事

§5.12.1-5.12.6

勒乌孔与罗得在神庙与安忒亚相认

勒乌孔与罗得在神庙发现奉纳的头发与题铭后告知哈布罗科墨斯;次日他们在神庙认出了安忒亚,并告诉她哈布罗科墨斯依然在世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12.1

Ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη τέως ὄντες περὶ τὴν πομπὴν ἐφίστανται τῷ ἱερῷ καὶ βλέπουσι τὰ ἀναθήματα καὶ γνωρίζουσι τῶν δεσποτῶν τὰ ὀνόματα καὶ πρῶτον ἀσπάζονται τὴν κόμην καὶ πολλὰ κατωδύροντο οὕτως ὡς Ἄνθειαν βλέποντες, τελευταῖον δὲ περιῄεσαν, εἴ που κἀκείνην εὑρεῖν δυνήσονται1 (ἤδη δὲ καὶ τὸ πλῆθος τῶν Ῥοδίων ἐγνώριζεν τὰ ὀνόματα ἐκ τῆς προτέρας ἐπιδημίας).

与此同时,勒乌孔与罗得此前一直在游行队伍周围,此时来到神庙前,看到了那些奉纳品,认出了主人们的名字。他们先是对着那缕头发吻了又吻,痛哭流涕,就像看到了安忒亚本人一样;最后他们四处走动,想看看能否在某处找到她(其实罗得岛的众人因他们先前的居留也早已知晓这些名字)。

§5.12.2

Κἀκείνην μὲν τὴν ἡμέραν οὐδὲν εὑρίσκοντες ἀπηλλάγησαν καὶ τῷ Ἁβροκόμῃ τὰ ἐν τῷ ἱερῷ ὄντα ἐμήνυσαν· ὁ δὲ ἔπαθε μὲν τὴν ψυχὴν ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, εὔελπις δὲ ἦν ὡς Ἄνθειαν εὑρήσων.

那天他们什么也没找到就离去了,并将神庙里的情形告知了哈布罗科墨斯;他因这桩奇事而心灵大受震动,但也满心希望能够找到安忒亚。

§5.12.3

Τῇ δὲ ἑξῆς ἧκεν ἡ Ἄνθεια πάλιν εἰς τὸ ἱερὸν μετὰ τοῦ Ἱπποθόου, οὐκ ὄντος αὐτοῖς πλοός,2 προσκαθίσασα δὲ τοῖς ἀναθήμασιν ἐδάκρυέ τε καὶ ἀνέστενεν· ἐν τούτῳ δὲ ἐπεισίασιν ὁ Λεύκων καὶ ἡ Ῥόδη τὸν Ἁβροκόμην καταλιπόντες ἔνδον, ἀθύμως ἐπὶ τοῖς αὐτοῖς διακείμενον· ἐλθόντες δὲ ὁρῶσι τὴν Ἄνθειαν καὶ ἦν μὲν ἔτι ἄγνωστος αὐτοῖς, συμβάλλουσι δὲ πάντα ἅμα, τὰ δάκρυα, τὰ ἀναθήματα, τὰ ὀνόματα, τὸ εἶδος.

次日,由于无法出航,安忒亚同希波托俄斯再次来到神庙。她坐在奉纳品旁,泣不成声,连连叹息。就在此时,勒乌孔和罗得把仍在屋里为同一件事沮丧消沉的哈布罗科墨斯留下,走了进来。他们进门后看见了安忒亚;起初他们还未能认出她,但他们同时把眼泪、奉纳品、题名以及相貌全都联系在一起比对。

§5.12.4

Οὕτως κατὰ βραχὺ ἐγνώριζον αὐτήν· προσπεσόντες δὲ τοῖς γόνασιν ἔκειντο ἀχανεῖς· ἡ δὲ ἐτεθαυμάκει τίνες τε ἦσαν καὶ τί βούλοιντο· οὐ γὰρ ἄν ποτε Λεύκωνα καὶ Ῥόδην ἤλπισεν.3

就这样,他们渐渐认出了她;他们扑倒在她的膝前,惊呆得说不出话来。安忒亚十分诧异这些人是谁、想要干什么;因为她绝不可能料想到会是勒乌孔和罗得。

§5.12.5

Οἱ δʼ ἐν ἑαυτοῖς γενόμενοι4 ὦ δέσποινα ἔφασαν Ἄνθεια, ἡμεῖς οἰκέται σοί, Λεύκων καὶ Ῥόδη, οἱ τῆς ἀποδημίας κοινωνήσαντες καὶ τοῦ λῃστηρίου· ἀλλὰ τίς ἐνταῦθα ἄγει σε τύχη; θάρρει, δέσποινα, Ἁβροκόμης σώζεται καὶ ἔστιν ἐνταῦθα ἀεί σε θρηνῶν.

他们回过神来,说道: “女主人安忒亚啊,我们是您的仆人勒乌孔与罗得,曾同您一起远行,并一同落入盗贼之手。究竟是什么命运将您带到了这里?放心吧,女主人,哈布罗科墨斯平安无事,他就在这里,一直在为您哀痛叹息。”

§5.12.6

Ἀκούσασα ἡ Ἄνθεια ἐξεπλάγη τοῦ λόγου, μόγις δὲ ἀνενεγκοῦσα καὶ γνωρίσασα περιβάλλει τε αὐτοὺς καὶ ἀσπάζεται καὶ σαφέστατα τὰ κατὰ Ἁβροκόμην μανθάνει.

安忒亚听了这番话震惊不已,好不容易缓过气来并认出了他们,便拥抱他们,亲切致意,详尽地得知了关于哈布罗科墨斯的一切。

语法注4 条
  1. 5.12.1εἴ που κἀκείνην εὑρεῖν δυνήσονται

    连词 εἰ(“是否”)引导的间接疑问句在此处用作副词性从句,表达主句动词 περιῄεσαν(“四处走动”)的目的或期望(“看能否在某处找到她”)。搭配将来时直陈式 δυνήσονται 表示对未来发生之事的期待。

  2. 5.12.3οὐκ ὄντος αὐτοῖς πλοός

    带有表示所属的与格 αὐτοῖς 的属格独立结构。πλοός 是 πλοῦς(航程、船期、出航机会)在希腊化时期出现的类似第三变格的属格形式,在此作原因状语,意为“因为他们没有船只出航”。

  3. 5.12.4οὐ γὰρ ἄν ποτε Λεύκωνα καὶ Ῥόδην ἤλπισεν

    小品词 ἄν 与不定过去时直陈式 ἤλπισεν 连用,表示过去情况下的潜在可能或与过去相反的假设(“因为她绝不会料想到会是勒乌孔和罗得”)。动词 ἐλπίζω 直接带人称宾格,意为“预料到……/料想到……”。

  4. 5.12.5ἐν ἑαυτοῖς γενόμενοι

    由介词 ἐν 与反身代词 ἑαυτοῖς(复数)构成的习惯表达,意为“恢复清醒”、“回过神来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.12.1-5.12.6