- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.11.1-5.11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希波托俄斯带安忒亚前往以弗所途中在罗得岛停靠,恰逢当地举行赫利俄斯节庆。安忒亚在神庙忆昔伤怀,剪下青丝献给神明并为丈夫哈布罗科墨斯祈祷。
Καὶ ὁ μὲν ἐν Ῥόδῳ διῆγε μετὰ τῶν συντρόφων, ὅ τι πράξει βουλευόμενος· ὁ δὲ Ἱππόθοος διέγνω τὴν Ἄνθειαν ἀγαγεῖν ἀπὸ Ἰταλίας εἰς Ἔφεσον, ὡς ἀποδώσων τε τοῖς γονεῦσι καὶ περὶ Ἁβροκόμου ἐκεῖ τι πευσόμενος· καὶ δὴ ἐμβαλὼν πάντα τὰ αὑτοῦ εἰς ναῦν μεγάλην Ἐφεσίαν, μετὰ τῆς Ἀνθείας ἀνήγετο, καὶ διανύσας μάλα ἄσμενος τὸν πλοῦν οὐ πολλαῖς ἡμέραις εἰς Ῥόδον καταίρει νυκτὸς ἔτι κἀνταῦθα κατάγεται παρά τινι πρεσβύτιδι, Ἀλθαίᾳ τοὔνομα, πλησίον τῆς θαλάσσης, καὶ τήν τε Ἄνθειαν ἀνάγει παρὰ τὴν ξένην καὶ αὐτὸς ἐκείνης μὲν τῆς νυκτὸς ἀνεπαύσατο, τῇ δὲ ἑξῆς ἤδη μὲν περὶ τὸν πλοῦν ἐγίνοντο, ἑορτὴ δέ τις ἤγετο μεγαλοπρεπὴς δημοσίᾳ τῶν Ῥοδίων ἀγόντων τῷ Ἡλίῳ, καὶ πομπή τε καὶ θυσία καὶ πολιτῶν ἑορταζόντων πλῆθος.
于是,他在罗得岛同自幼一起长大的仆人们度日,商议下一步该如何行事。此时,希波托俄斯则决定将安忒亚从意大利带往以弗所,既为了把她交还给其双亲,又为了在那里探听一些关于哈布罗科墨斯的消息;他把自己的全部财物装上一艘以弗所的大船,同安忒亚一起启航。他心满意足地走完了航程,没过几天便在罗得岛靠岸,当时天色尚黑。他在海边附近一个名叫阿尔泰亚的老妇人那里寄宿,把安忒亚带到女房东处,他自己则在那天夜里歇息了。到了次日,他们已在忙于筹备起航之事;然而罗得岛人正举办公开而盛大的节日祭典敬奉赫利俄斯,有游行、牺牲祭祀,还有大批庆祝节日的市民聚集于此。
Ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθείας πύθοιντο. Καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἄνθειαν· ἡ δὲ ἀπιδοῦσα εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη ὦ τὰ πάντων ἔφησεν ἀνθρώπων ἐφορῶν Ἥλιε, μόνην ἐμὲ τὴν δυστυχῆ παρελθών, πρότερον μὲν ἐν Ῥόδῳ γενομένη εὐτυχῶς τέ σε προσεκύνουν καὶ θυσίας ἔθυον μετὰ Ἁβροκόμου καὶ εὐδαίμων τότε ἐνομιζόμην· νυνὶ δὲ δούλη μὲν ἀντ’ ἐλευθέρας, αἰχμάλωτος δὲ ἡ δυστυχὴς ἀντὶ τῆς μακαρίας, καὶ εἰς Ἔφεσον ἔρχομαι μόνη καὶ φανοῦμαι τοῖς οἰκείοις Ἁβροκόμην οὐκ ἔχουσα.
勒乌孔与罗得也在那里,他们并非为了参加节日庆典,更多是为了四处寻访、希望能打听到关于安忒亚的任何消息。希波托俄斯正带着安忒亚来到神庙;安忒亚凝视着那些奉纳品,忆起往昔的景象,说道: “俯察全人类作为的赫利俄斯啊, 唯独弃绝了我这不幸之人!昔日我在罗得岛时,满怀幸福地向您敬拜,同哈布罗科墨斯一起献祭,那时人人都视我为蒙福之人;如今我却从自由之身沦为奴隶,从幸福者变成悲惨的俘虏,孤身一人返回以弗所,在没有哈布罗科墨斯相伴的情况下去见亲族。”
Ταῦτα ἔλεγε καὶ πολλὰ ἐπεδάκρυε καὶ δεῖται τοῦ Ἱπποθόου ἐπιτρέψαι αὐτῇ τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς1 καὶ ἀναθεῖναι τῷ Ἡλίῳ καὶ εὔξασθαί τι περὶ Ἁβροκόμου.
她一边说着这些话,一边不住地落泪,恳求希波托俄斯准许她剪下自己的一部分头发奉纳给赫利俄斯,并为哈布罗科墨斯祈祷一番。
Συγχωρεῖ ὁ Ἱππόθοος· καὶ ἀποτεμοῦσα τῶν πλοκάμων ὅσα ἐδύνατο καὶ ἐπιτηδείου καιροῦ λαβομένη,2 πάντων ἀπηλλαγμένων, ἀνατίθησιν ἐπιγράψασα "ΥΠΕΡ. ΤΟΥ. ΑΝΔΡΟΣ. ΑΒΡΟΚΟΜΟΥ. ΑΝΘΕΙΑ. ΤΗΝ. ΚΟΜΗΝ. ΤΩΙ. ΘΕΩΙ. ΑΝΕΘΗΚΕ". Ταῦτα ποιήσασα καὶ εὐξαμένη ἀπῄει μετὰ τοῦ Ἱπποθόου.
希波托俄斯应允了。她尽其所能剪下许多发丝,趁着众人都已散去的良机,将头发奉纳上去,并题铭道: “为夫君哈布罗科墨斯,安忒亚将青丝奉纳于神。” 做完这一切并祈祷之后,她便同希波托俄斯一同离去了。
- 5.11.5τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς
属格 τῆς κόμης 作动词 ἀφελεῖν 的直接宾语,属于部分性属格(partitive genitive)。动词 ἀφαιρέω 通常接宾格表示切除之物,此处用属格表明是“剪下自己的一部分头发”,而非剃除全部头发。
- 5.11.6ἐπιτηδείου καιροῦ λαβομένη
中动态分词 λαβομένη 支配属格 ἐπιτηδείου καιροῦ。动词 λαμβάνω 主动态通常接宾格表示“抓住、获得”,其中动态(λαμβάνομαι)则接属格,在此作“把握住(良机)”之意。
