← 艾菲索斯的色诺芬

艾菲索斯故事

§4.6.1-4.6.7

安忒亚受困犬坑与守卫的暗中相助

希波托俄斯等人发现安基阿罗斯被杀后,将安忒亚与两只巨犬一同囚禁于深坑中惩治,然而守卫安菲诺莫斯暗中供给饮食庇护她,安忒亚则在坑中忆及哈布罗科墨斯并哀叹自己的命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.1

Κἀκείνην μὲν τὴν νύκτα ἔμεινεν, οὔτε ὕπνου τυχοῦσα καὶ πολλὰ ἐννοοῦσα· ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ἧκον οἱ περὶ τὸν Ἱππόθοον καὶ ὁρῶσι τὸν Ἀγχίαλον ἀνῃρημένον καὶ τὴν Ἄνθειαν παρὰ τῷ σώματι καὶ εἰκάζουσι τὸ γενόμενον καὶ ἀνακρίναντες αὐτὴν μανθάνουσι πάντα.

那一夜她便留在此处,毫无睡意,思绪万千。天明时,希波托俄斯一行人归来,见安基阿罗斯被杀,安忒亚就在尸首旁,便猜到了发生之事,并在审讯她后得知了全貌。

§4.6.2

Ἔδοξεν οὖν αὐτοῖς ἐν ὀργῇ τὸ γενόμενον ἔχειν1 καὶ τὸν τεθνηκότα ἐκδικῆσαι φίλον· καὶ ἐβουλεύοντο κατὰ Ἀνθείας ποικίλα, ὁ μέν τις ἀποκτεῖναι κελεύων καὶ συνθάψαι τῷ Ἀγχιάλου σώματι, ἄλλος δὲ ἀνασταυρῶσαι·

于是他们决定对所发生之事含怒处置,为死去的同伴报仇。他们商议着惩处安忒亚的种种办法:有人主张杀死她,与安基阿罗斯的尸体合葬;另有人主张将她钉死在木桩上。

§4.6.3

ὁ δὲ Ἱππόθοος ἠνιᾶτο μὲν ἐπὶ τῷ Ἀγχιάλῳ, ἐβουλεύετο δὲ κατὰ Ἀνθείας μείζονα κόλασιν· καὶ δὴ κελεύει τάφρον ὀρύξαντας2 μεγάλην καὶ βαθεῖαν ἐμβάλλειν τὴν Ἄνθειαν καὶ κύνας μετʼ αὐτῆς δύο, ἵνα ἐκ τούτου μεγάλην δίκην ὑπόσχῃ τῶν τετολμημένων.

希波托俄斯虽为安基阿罗斯之死感到悲痛,却为安忒亚谋划了一种更为严厉的刑罚。他下令挖一个又大又深的坑,把安忒亚和两条狗一同扔进去,好让她为此等胆大妄为的行径付出惨重的代价。

§4.6.4

Καὶ οἱ μὲν ἐποίουν τὸ προσταχθέν, ἤγετο δὲ ἡ Ἄνθεια ἐπὶ τὴν τάφρον καὶ οἱ κύνες· ἦσαν δὲ Αἰγύπτιοι, καὶ τἆλλα μεγάλοι καὶ ὀφθῆναι φοβεροί. Ὡς δὲ ἐνεβλήθησαν, ξύλα ἐπιτιθέντες μεγάλα ἐπέχωσαν τὴν τάφρον (ἦν δὲ τοῦ Νείλου ὀλίγον ἀπέχουσα) καὶ κατέστησαν φρουρὸν ἕνα τῶν λῃστῶν, Ἀμφίνομον τοὔνομα.

手下人便照所吩咐的去办,安忒亚和那些狗被带到坑前。那些狗是埃及产的,在其他方面也很庞大,望之可怖。当他们被扔进去后,众匪在上头横放巨木,将坑掩盖起来(该处距离尼罗河不远),并指派了强盗中的一人把守,其名叫安菲诺莫斯。

§4.6.5

Οὗτος ὁ Ἀμφίνομος ἤδη μὲν καὶ πρότερον ἑαλώκει τῆς Ἀνθείας,3 τότε δʼ οὖν ἠλέει μᾶλλον αὐτὴν καὶ τῆς συμφορᾶς ᾤκτειρεν· ἐνενόει δὲ ὅπως ἐπὶ πλέον αὐτὴ ζήσεται, ὅπως τε οἱ κύνες αὐτῇ μηδὲν ἐνοχλήσουσι, καὶ ἑκάστοτε ἀφαιρῶν τῶν ἐπικειμένων τῇ τάφρῳ ξύλων ἄρτους ἐνέβαλλε καὶ ὕδωρ παρεῖχε καὶ ἐκ τούτου τὴν Ἄνθειαν θαρρεῖν παρεκάλει.

这安菲诺莫斯其实此前早已倾慕安忒亚,此时更是格外怜悯她,为她的不幸感到哀伤。他思索着如何能让她活得更久,又如何使狗不对她加以侵扰;他不时挪开横在坑上的木头,往里投掷面包并供给清水,借此劝慰安忒亚振作起来。

§4.6.6

Καὶ οἱ κύνες τρεφόμενοι οὐδέν τι δεινὸν αὐτὴν εἰργάζοντο, ἀλλʼ ἤδη τιθασοὶ ἐγίνοντο καὶ ἥμεροι· ἡ δὲ Ἄνθεια ἀποβλέψασα εἰς ἑαυτὴν καὶ τὴν παροῦσαν τύχην ἐννοήσασα οἴμοι φησὶ τῶν κακῶν,4 οἵαν ὑπομένω τιμωρίαν; τάφρος καὶ δεσμωτήριον καὶ κύνες συγκαθειργμένοι πολὺ τῶν λῃστῶν ἡμερώτεροι· τὰ αὐτά, Ἁβροκόμη, σοι πάσχω·

那些狗由于得到了喂养,并未对她施加任何伤害,反而逐渐变得温驯亲人。然而安忒亚审视自身,念及当下的处境,说道: “哀哉, 我这苦难之躯!我承受着怎样的惩罚啊!土坑、囚牢,还有与我一同被幽闭的狗,它们远比强盗更加驯良!哈布罗科墨斯,我正承受着与你相同的痛苦。

§4.6.7

ἦς γάρ ποτε ἐν ὁμοίᾳ τύχῃ καὶ σύ· καὶ σὲ ἐν Τύρῳ κατέλιπον ἐν δεσμωτηρίῳ· ἀλλʼ εἰ μὲν ζῇς ἔτι, δεινὸν οὐδέν· ἴσως γάρ ποτε ἀλλήλους ἕξομεν· εἰ δὲ ἤδη τέθνηκας, μάτην ἐγὼ φιλοτιμοῦμαι ζῆν, μάτην δὲ οὗτος, ὅστις ποτέ ἐστιν, ἐλεεῖ με τὴν δυστυχῆ. Ταῦτα ἔλεγε καὶ ἐπεθρήνει συνεχῶς.

因为你曾几何时也身处相似的厄运之中,而我曾在提尔将你留于牢狱。但如果你依然活着,便无事可惧;因为也许有朝一日我们还能重新拥有彼此。可若你早已亡故,我苦苦求生便毫无意义,而此人——不论他是谁——怜悯我这不幸之人也是徒劳。” 她这般诉说着,不停地哀泣哀叹。

语法注4 条
  1. 4.6.2ἐν ὀργῇ τὸ γενόμενον ἔχειν

    意为“对发生之事含怒受之/对变故极为愤怒”的惯用表达。ἐν ὀργῇ ἔχειν 为带有表示心理状态的介词短语的谓语结构,其直接宾语为定冠词分词宾格 τὸ γενόμενον。

  2. 4.6.3ὀρύξαντας

    宾格阳性复数分词,与不定式 ἐμβάλλειν 的逻辑主语(受希波托俄斯吩咐的众盗匪)保持一致。它表示在投入坑中之前的先行或伴随动作(“挖好坑后将……扔进去”)。动词 κελεύει 所支配的不定式逻辑主语虽在文脉中承前省略,但借由分词的宾格形式得以体现。

  3. 4.6.5ἑαλώκει τῆς Ἀνθείας

    动词 ἁλίσκομαι 的过去完成时(具有被动/状态完成意义),支配属格 τῆς Ἀνθείας,意为“被安忒亚俘获了芳心/倾慕安忒亚”。这是在爱情语境中常见的一种结构,表示被捕获的动词支配表示俘获来源或对象的属格。

  4. 4.6.6οἴμοι ... τῶν κακῶν

    叹词 οἴμοι 后接表示悲叹原因或对象的感叹属格 τῶν κακῶν 的结构,意为“哀哉,我这苦难啊!”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:4.6.1-4.6.7