- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:4.5.1-4.5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
看守安忒亚的强盗安基阿罗斯迷恋她并企图施暴,安忒亚为誓死保卫贞操将其刺死;事后安忒亚惊恐交加却无路可逃,只得决意留在洞中听凭天命。
Τῆς δὲ Ἀνθείας οὔσης ἐν τῷ ἄντρῳ ἐρᾷ τῶν φρουρούντων αὐτὴν λῃστῶν εἷς, Ἀγχίαλος τοὔνομα. Οὗτος ὁ Ἀγχίαλος ἦν μὲν τῶν ἀπὸ Συρίας Ἱπποθόῳ συνεληλυθότων, Λαοδικεὺς τὸ γένος, ἐτιμᾶτο δὲ παρὰ τῷ Ἱπποθόῳ νεανικός τε καὶ μεγάλα ἐν τῷ λῃστηρίῳ1 δυνάμενος.
安忒亚留在洞穴中时,看守她的强盗中有一人爱上了她,此人名叫安基阿罗斯。这安基阿罗斯是自叙利亚起便跟随希波托俄斯同行的人之一,按出身是拉俄狄刻亚人;由于年轻气盛且在盗帮中颇有势力,他深受希波托俄斯的器重。
Ἐρασθεὶς δὲ αὐτῆς τὰ μὲν πρῶτα λόγους προσέφερεν ὡς πείσων καὶ ἔφασκε λόγῳ λήψεσθαι καὶ παρὰ τοῦ Ἱπποθόου δῶρον αἰτήσειν.
他爱上她后,起初用言语向她劝诱,企图说服她,声称要凭说理得到她,并向希波托俄斯求取她作为赏赐。
Ἡ δὲ πάντα ἠρνεῖτο, καὶ οὐδὲν αὐτὴν ἐδυσώπει, οὐκ ἄντρον, οὐ δεσμά, οὐ λῃστὴς ἀπειλῶν· ἐφύλασσε δὲ ἑαυτὴν ἔτι Ἁβροκόμῃ καὶ δοκοῦντι τεθνηκέναι,2 καὶ πολλάκις ἀνεβόα εἴποτε λαθεῖν ἠδύνατο Ἁβροκόμου μόνου γυνὴ μενῶ, κἂν ἀποθανεῖν δέῃ, κἂν ὧν πέπονθα χείρω παθεῖν.3
然而安忒亚拒绝了一切,没有任何事物能使她屈服——无论洞穴、羁绊,还是强盗的恐吓;她仍为哈布罗科墨斯守身,即便他被认为已经死去。每当能够避开旁人耳目时,她便常常呼喊: “哪怕必须受死,哪怕遭受比我所受的更为悲惨的苦难,我也只做哈布罗科墨斯一人的妻子。”
Ταῦτα εἰς μείζω συμφορὰν ἦγε τὸν Ἀγχίαλον, καὶ ἡ καθʼ ἡμέραν τῆς Ἀνθείας ὄψις ἐξέκαεν αὐτὸν εἰς τὸν ἔρωτα· οὐκέτι δὲ φέρειν δυνάμενος, ἐπεχείρει βιάζεσθαι τὴν Ἄνθειαν.
这些事将安基阿罗斯引向了更大的灾祸,而每日见到安忒亚的容貌更使他的情欲如烈火燃烧;他再也无法忍耐,便企图强暴安忒亚。
Καὶ νύκτωρ ποτέ, οὐ παρόντος Ἱπποθόου, ἀλλὰ μετὰ τῶν ἄλλων ὄντος ἐν τῷ λῃστηρίῳ, ἐπανίστατο καὶ ὑβρίζειν ἐπειρᾶτο· ἡ δὲ ἐν ἀμηχάνῳ κακῷ γενομένη, σπασαμένη τὸ παρακείμενον ξίφος παίει τὸν Ἀγχίαλον, καὶ ἡ πληγὴ γίνεται καιρία· ὁ μὲν γὰρ περιληψόμενος καὶ φιλήσων ὅλος ἐνενεύκει πρὸς αὐτήν, ἡ δὲ κατενεγκοῦσα τὸ ξίφος κατὰ τῶν στέρνων ἔπληξε.
有一夜,希波托俄斯不在洞中,而是与其他同伙一同在外劫掠,安基阿罗斯便起身企图施暴。安忒亚陷入走投无路的绝境之中,拔出近旁的佩剑向安基阿罗斯刺去,这一击正中要害。原来,他正为了拥抱亲吻而整个身子朝她倾扑过来,她便执剑猛力向下刺穿了他的胸膛。
Καὶ Ἀγχίαλος μὲν δίκην ἱκανὴν ἐδεδώκει τῆς πονηρᾶς ἐπιθυμίας, ἡ δὲ Ἄνθεια εἰς φόβον τῶν δεδραμένων ἔρχεται καὶ πολλὰ ἐβουλεύετο ποτὲ μὲν ἑαυτὴν ἀποκτεῖναι (ἀλλʼ ἔτι ὑπὲρ Ἁβροκόμου τι ἤλπιζε), ποτὲ δὲ φυγεῖν ἐκ τοῦ ἄντρου (ἀλλὰ τοῦτο ἀμήχανον ἦν· οὔτε γὰρ ἡ ὁδὸς αὐτῇ εὔπορος ἦν οὔτε ὁ ἐξηγησόμενος τὴν πορείαν). Ἔγνω οὖν μένειν ἐν τῷ ἄντρῳ καὶ φέρειν ὅ τι ἂν τῷ δαίμονι δοκῇ.
这样,安基阿罗斯为其邪念付出了应得的代价;安忒亚却对自己的所作所为惊恐万分,思绪万千:一时想要自尽(但她心中仍对哈布罗科墨斯存有一丝希望),一时又想逃离洞穴(但这绝无可能,因为道路对她而言并不好走,也没有人为她引路)。于是,她决定留在洞中,听凭命运降下任何安排并承受之。
- 4.5.1ἐν τῷ λῃστηρίῳ
名词 λῃστήριον 既可指具体的“盗贼巢穴/据点”,亦可指抽象的“劫掠行动/强盗行径”。鉴于前文已交代安忒亚在洞穴中而希波托俄斯不在现场,此处结合上下文应理解为后者,即希波托俄斯带同其他盗匪在外部“从事劫掠活动”。
- 4.5.3καὶ δοκοῦντι τεθνηκέναι
与格现在分词 δοκοῦντι 与前置的人名 Ἁβροκόμῃ(作 ἐφύλασσε ἑαυτήν 的利益与格)保持性数格一致。这里的连词 καὶ 带有让步意味,相当于“即使/哪怕他被认为已经死去”。
- 4.5.3κἂν ὧν πέπονθα χείρω παθεῖν
ὧν 是关系代名词受省略的先行词 τούτων 同化(格同化/attraction)的用法。其原本的句法结构为 χείρω τούτων ἃ πέπονθα;其中 τούτων 作比较级 χείρω 的比较属格,而作宾语的宾格关系代词 ἃ 受其影响同化为属格 ὧν。全句意为“哪怕遭受比我所受的更为悲惨的苦难”。
