- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:4.2.1-4.2.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈布罗科墨斯被埃及总督判处十字架刑,但在祈祷后蒙狂风与尼罗河相救;随后他再次被捕并被判火刑,尼罗河水又一次浇灭火焰,使惊叹不已的总督决定将他严密保护看管。
Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου1 (ἐπεστάλκεσαν δὲ οἱ Πηλουσιῶται τὰ γενόμενα αὐτῷ καὶ τὸν τοῦ Ἀράξου φόνον καὶ ὅτι οἰκέτης ὢν τοιαῦτα ἐτόλμησε) μαθὼν οὖν ἕκαστα, οὐκέτι οὐδὲ πυθόμενος τὰ γενόμενα κελεύει τὸν Ἁβροκόμην ἀγαγόντας προσαρτῆσαι σταυρῷ.
当哈布罗科墨斯来到埃及总督面前时——因为珀鲁西翁人已经写信报告了发生在他身上的事情,包括阿拉科斯的被杀,以及他作为奴仆竟然胆敢做出这等行径——总督在获悉这每一件事后,便不再对所发生的事作任何审问,命令人将哈布罗科墨斯带去绑在十字架上。
Ὁ δὲ ὑπὸ μὲν τῶν κακῶν ἀχανὴς ἦν, παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἄνθειαν τεθνηκέναι.2 Ἄγουσι δὲ αὐτὸν οἷς τοῦτο προσετέτακτο παρὰ τὰς ὄχθας τοῦ Νείλου· ἦν δὲ κρημνὸς ἀπότομος εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ βλέπων· καὶ ἀναστήσαντες τὸν σταυρὸν προσαρτῶσι, σπάρτοις τὰς χεῖρας σφίγξαντες καὶ τοὺς πόδας· τοῦτο γὰρ τῆς ἀνασταυρώσεως ἔθος τοῖς ἐκεῖ· καταλιπόντες δὲ ᾤχοντο, ὡς ἐν ἀσφαλεῖ τοῦ προσηρτημένου μενοῦντος.
哈布罗科墨斯因灾难沉重而惊呆失语,但想到安忒亚似乎也已经死去,这在他面临死亡时成了一种安慰。奉命行事的人将他押往尼罗河畔;那里有一处俯临河水的陡峭悬崖;他们竖起十字架将他绑上,用绳索紧紧缚住他的手足;因为这是当地施行十字架刑的习俗;随后他们便离开而去,以为受刑之人必能安稳地留在那里。
Ὁ δὲ ἀναβλέψας εἰς τὸν ἥλιον καὶ τὸ ῥεῦμα ἰδὼν τοῦ Νείλου ὦ θεῶν φησὶ φιλανθρωπότατε, ὃς Αἴγυπτον ἔχεις, δι’ ὃν καὶ γῆ καὶ θάλασσα πᾶσιν ἀνθρώποις πέφηνεν, εἰ μέν τι Ἁβροκόμης ἀδικῶ, καὶ ἀπολοίμην οἰκτρῶς καὶ μείζονα τιμωρίαν εἴ τις ἐστὶ ταύτης ὑποσχοῖμι· εἰ δὲ ὑπὸ γυναικὸς προδέδομαι πονηρᾶς, μήτε τὸ Νείλου ῥεῦμα μιανθείη ποτε ἀδίκως ἀπολομένου σώματος, μήτε σὺ τοιοῦτον ἴδοις θέαμα, ἄνθρωπον οὐδὲν ἀδικήσαντα ἀπολλύμενον ἐπὶ τῆς σῆς.3
他抬头望着太阳,看着尼罗河的奔流,说道: “诸神中最爱世人的神啊,你掌管着埃及,大地与海洋因你而显现在所有凡人眼前:如果我哈布罗科墨斯有任何不义之举,就让我悲惨地灭亡,若有比这更重的刑罚,我也甘愿承受;但如果我是被一个邪恶的妇人所背叛陷害,那么但愿尼罗河的流水永不被无辜枉死之人的躯体所玷污,也但愿你不至目睹这样的景象——一个毫无过错的人在你的土地上惨遭毁灭。”
Ταῦτα εὔξατο, καὶ αὐτὸν ὁ θεὸς οἰκτείρει, καὶ πνεῦμα ἐξαίφνης ἀνέμου γίνεται καὶ ἐμπίπτει τῷ σταυρῷ καὶ ἀποβάλλει μὲν τοῦ κρημνοῦ τὸ γεῶδες, εἰς ὃ ἦν ὁ σταυρὸς ἐρηρεισμένος, ἐμπίπτει δὲ ὁ Ἁβροκόμης τῷ ῥεύματι καὶ ἐφέρετο οὔτε τοῦ ὕδατος αὐτὸν ἀδικοῦντος οὔτε τῶν δεσμῶν ἐμποδιζόντων οὔτε τῶν θηρίων παραβλαπτόντων, ἀλλὰ παραπέμποντος τοῦ ῥεύματος· φερόμενος δὲ εἰς τὰς ἐκβολὰς ἔρχεται τοῦ Νείλου, κἀνταῦθα οἱ παραφυλάσσοντες λαμβάνουσιν αὐτὸν καὶ ὡς δραπέτην τῆς τιμωρίας ἄγουσι παρὰ τὸν διοικοῦντα τὴν Αἴγυπτον.
他作了这番祈祷,神怜悯了他,突然一阵狂风刮起,猛烈冲击十字架,将十字架所插悬崖上的泥土崩解掀落。哈布罗科墨斯落入水流之中被冲向前去,既没有受到河水的伤害,也没有被绳索阻碍,未受水兽侵扰,河水反而将他护送而去;他漂流着来到了尼罗河的入海口,在那里守卫巡逻的人将他抓获,当作逃脱惩罚的逃犯,押送给管理埃及的总督。
Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς καὶ πονηρὸν εἶναι νομίσας τελέως κελεύει πυρὰν ποιήσαντας, ἐπιθέντας καταφλέξαι τὸν Ἁβροκόμην. Καὶ ἦν μὲν ἅπαντα παρεσκευασμένα, καὶ ἡ πυρὰ παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου, καὶ ἐπετέθειτο μὲν ὁ Ἁβροκόμης καὶ τὸ πῦρ ὑπετέθειτο, ἄρτι δὲ τῆς φλογὸς μελλούσης ἅπτεσθαι τοῦ σώματος εὔχετο πάλιν ὀλίγα, ὅσα ἐδύνατο, σῶσαι αὐτὸν ἐκ τῶν καθεστώτων κακῶν.
总督越发愤怒,认为他是个彻头彻尾的恶徒,命令人架起柴堆,将哈布罗科墨斯置于其上焚烧致死。一切准备就绪,柴堆就立在尼罗河口旁;哈布罗科墨斯已被置于其上,火已从下方点燃;正当火焰即将触及他的躯体时,他再次竭尽所能地简短祈求,求神从眼前的灾厄中拯救自己。
Κἀνταῦθα κυματοῦται μὲν ὁ Νεῖλος, ἐπιπίπτει δὲ τῇ πυρᾷ τὸ ῥεῦμα καὶ κατασβέννυσι τὴν φλόγα· θαῦμα δὲ τὸ γενόμενον τοῖς παροῦσιν ἦν, καὶ λαβόντες ἄγουσι τὸν Ἁβροκόμην πρὸς τὸν ἄρχοντα τῆς Αἰγύπτου καὶ λέγουσι τὰ συμβάντα καὶ τὴν τοῦ Νείλου βοήθειαν διηγοῦνται.
此时,尼罗河翻腾起巨浪,水流冲向柴堆,浇灭了火焰;所发生的事情令在场的人惊奇不已,他们带上哈布罗科墨斯押往埃及总督面前,报告了发生的事,并讲述了尼罗河施以救援的情形。
Ἐθαύμασεν ἀκούσας τὰ γενόμενα καὶ ἐκέλευσεν αὐτὸν τηρεῖσθαι μὲν ἐν τῇ εἱρκτῇ, ἐπιμέλειαν δὲ ἔχειν πᾶσαν, ἕως ἔφη μάθωμεν ὅστις ὁ ἄνθρωπός ἐστιν καὶ ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς.4
总督听闻所发生的事情大为惊异,下令将他关在牢狱中看押,但要予以悉心照料,并说道: “直到我们查明此人究竟是谁,以及诸神为何如此眷顾于他。”
- 4.2.1Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου
句首的主格 Ὁ δὲ Ἁβροκόμης 原本预示着其将作为主句的主语,但在经历了一段较长的插入语(ἐπεστάλκεσαν δὲ...)后,主句的主语转换为了总督(μαθὼν οὖν ἕκαστα... κελεύει),而哈布罗科墨斯本人则以不定式的宾格宾语(τὸν Ἁβροκόμην)被重新引入。这是一种破格句法(anacoluthon),句首的主格充当悬置主格(nominativus pendens)以凸显话题。
- 4.2.2παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἄνθειαν τεθνηκέναι
动词 παρεμυθεῖτο 带宾格代词 αὐτόν 作为直接宾语,属格 τῆς τελευτῆς 为表关联或范围的属格(genitive of respect / reference),意为“关于死亡 / 面临死亡之际”。动词的主语是其后的名词性 ὅτι 从句,整体构成“安忒亚似乎也已死去这一事实,在死亡面前慰藉了他”。
- 4.2.5ἐπὶ τῆς σῆς
物主形容词 σῆς 之后省略了由上下文显而易见的阴性名词 γῆς(土地)。在此处对主宰埃及的神明的呼告中,该短语意为“在您的土地上”。
- 4.2.10ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς
非人称动词 μέλει 支配表示关心主体的与格(θεοῖς)和表示关心对象的属格(αὐτοῦ)。中性代词 ὅ τι 可作为内在主语或表示原因的副词性中性宾格(“为何”),构成间接疑问从句,意为“诸神为何如此眷顾/关照他”。
