- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:4.3.1-4.3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普萨米斯带着安忒亚向南前往埃塞俄比亚,安忒亚在孟菲斯向伊西斯祈求保全贞节,但他们在边境遭到希波托俄斯强盗团伙的袭击,普萨米斯被杀,安忒亚隐瞒身份沦为俘虏。
Καὶ ὁ μὲν ἦν ἐν τῇ εἱρκτῇ· ὁ δὲ Ψάμμις ὁ τὴν Ἄνθειαν ὠνησάμενος διέγνω μὲν ἀπιέναι τὴν ἐπʼ οἴκου1 καὶ πάντα πρὸς τὴν ὁδοιπορίαν παρεσκευάζετο· ἔδει δὲ αὐτὸν ὁδεύσαντα τὴν ἄνω Αἴγυπτον ἐπʼ Αἰθιοπίαν ἐλθεῖν, ἔνθα ἦν τὸ Ἱπποθόου λῃστήριον.
当〔哈布罗科墨斯〕身陷囹圄之时,买下安忒亚的普萨米斯决定踏上归途,并为旅程做好了一切准备。他必须穿越上埃及前往埃塞俄比亚,而希波托俄斯的强盗团伙就在那里。
Ἦν δὲ πάντα εὐτρεπῆ, κάμηλοί τε πολλαὶ καὶ ὄνοι καὶ ἵπποι σκευαγωγοί· ἦν δὲ πολὺ μὲν πλῆθος χρυσοῦ, πολὺ δὲ ἀργύρου, πολλὴ δὲ ἐσθής· ἦγε δὲ καὶ τὴν Ἄνθειαν.
一切都准备齐备:许多骆驼、驴子和驮马;还有大量的金子、大量的银子和许多衣物;他也带上了安忒亚。
Ἡ δὲ ὡς Ἀλεξάνδρειαν παρελθοῦσα ἐγένετο ἐν Μέμφει, εὔχετο τῇ Ἴσιδι στᾶσα πρὸ τοῦ ἱεροῦ ὦ μεγίστη θεῶν, μέχρι μὲν νῦν ἁγνὴ μένω λογιζομένη σή,2 καὶ γάμον ἄχραντον Ἁβροκόμῃ τηρῶ· τοὐντεῦθεν δὲ ἐπὶ Ἰνδοὺς ἔρχομαι, μακρὰν μὲν τῆς Ἐφεσίων γῆς, μακρὰν δὲ τῶν Ἁβροκόμου λειψάνων.
当她走过亚历山大里亚来到孟菲斯时,伫立在伊西斯神庙前祈祷道: “诸神中最为伟大的女神啊,直到如今我都恪守贞洁,被视为归属于你的人,并为哈布罗科墨斯守着纯洁无瑕的婚姻;然而自此我将前往印度人之地,远离以弗所人的土地,也远离哈布罗科墨斯的遗骸。
Ἢ σῶσον οὖν ἐντεῦθεν τὴν δυστυχῆ καὶ ζῶντι ἀπόδος Ἁβροκόμῃ, ἢ εἰ πάντως εἵμαρται χωρὶς ἀλλήλων ἀποθανεῖν, ἔργασαι τοῦτο, μεῖναί με σωφρονοῦσαν τῷ νεκρῷ.3
所以,要么从这里拯救这不幸的女子,将我归还给活着的哈布罗科墨斯;要么如果彼此分离而亡是注定不可违抗的命运,就请促成此事:让我对死去的他也始终保持贞洁。”
Ταῦτα εὔχετο, καὶ προῄεσαν τῆς ὁδοῦ, καὶ ἤδη μὲν διεληλύθεσαν Κοπτόν, ἐνέβαινον δὲ τοῖς Αἰθιόπων ὅροις, καὶ αὐτοῖς Ἱππόθοος ἐπιπίπτει καὶ αὐτὸν μὲν τὸν Ψάμμιν ἀποκτιννύει καὶ πολλοὺς τῶν σὺν αὐτῷ καὶ τὰ χρήματα λαμβάνει καὶ τὴν Ἄνθειαν αἰχμάλωτον·
她这般祈祷着,他们便继续前行。他们已经穿过了科普托斯,正踏入埃塞俄比亚人的边境,这时希波托俄斯向他们扑来,杀死了普萨米斯本人及同行的许多人,夺取了财物并将安忒亚俘获。
συλλεξάμενος δὲ τὰ ληφθέντα χρήματα ἦγεν εἰς ἄντρον τὸ ἀποδεδειγμένον αὐτοῖς εἰς ἀπόθεσιν τῶν χρημάτων· ἐνταῦθα ἤγετο καὶ ἡ Ἄνθεια· οὐκ ἐγνώριζε δὲ Ἱππόθοον, οὐδὲ Ἱππόθοος τὴν Ἄνθειαν. Ὁπότε δὲ αὐτῆς πύθοιτο4 ἥτις τε εἴη καὶ πόθεν, τὸ μὲν ἀληθὲς οὐκ ἔλεγεν, ἔφασκε δὲ Αἰγυπτία εἶναι ἐπιχώριος, τοὔνομα Μεμφῖτις.
他将掠得的财物聚拢起来,运往他们指定的用于存放财物的洞穴;安忒亚也被带到了那里。然而她没有认出希波托俄斯,希波托俄斯也没有认出安忒亚。每当他向她打听她是谁、来自何方时,她都不说出真相,只声称自己是当地的埃及女子,名叫孟菲蒂斯。
- 4.3.1τὴν ἐπʼ οἴκου
省略阴性名词 ὁδόν(道路)的惯用宾格,表示“踏上归途/往家里的路”,作 ἀπιέναι(离去、启程)的方向或路径状语。
- 4.3.3λογιζομένη σή
主格阴性单数分词,作被动语态理解,带物主形容词补足成分:“被视作归属于你的(人)”。虽然也可按关身语态理解为“自认为属于你”,但语境中更强调受女神庇护或在世人眼中属奉献于女神的地位。
- 4.3.4μεῖναί με σωφρονοῦσαν τῷ νεκρῷ
为祈使句 ἔργασαι τοῦτο(请促成此事)中指示代词 τοῦτο 的同位语(或解释性不定式结构),由带逻辑主语的对格与不定式(μεῖναί με)构成。τῷ νεκρῷ 为关系/关涉与格,依附于分词 σωφρονοῦσαν,意为“对死者保持贞洁”。
- 4.3.6Ὁπότε δὲ αὐτῆς πύθοιτο
连词 ὁπότε 后接希求语气动词 πύθοιτο,表示过去时间中不确定的反复发生动作(过去迭代希求式),与主句的未完成过去时动词 ἔλεγεν 和 ἔφασκεν 相应,表示“每当他向她询问时……”。
