- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:4.1.1-4.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈布罗科墨斯因涉嫌谋杀被押往亚历山大里亚受审,而希波托俄斯率领盗匪穿过叙利亚进入埃及,并在边境建立据点企图抢劫往来客商。
Καὶ ὁ μὲν δίκην δώσων εἰς Ἀλεξάνδρειαν ἤγετο ὑπὲρ ὧν ἐδόκει τὸν δεσπότην Ἄραξον ἀποκτεῖναι·1 οἱ δὲ περὶ τὸν Ἱππόθοον ἀπὸ Ταρσοῦ κινήσαντες ᾔεσαν τὴν ἐπὶ Συρίας,2 πᾶν ὅ τι ἐμποδὼν λάβοιεν ὑποχείριον ποιούμενοι· ἐνέπρησαν δὲ καὶ κώμας καὶ ἄνδρας ἀπέσφαξαν πολλούς. Καὶ οὕτως ἀπελθόντες εἰς Λαοδίκειαν τῆς Συρίας ἔρχονται κἀνταῦθα ἐπεδήμουν οὐκέτι ὡς λῃσταί, ἀλλʼ ὡς κατὰ θέαν τῆς πόλεως ἥκοντες.
哈布罗科墨斯因被认定杀害了主人阿拉克索斯,正被押往亚历山大里亚接受惩罚。与此同时,希波托俄斯一行人离开塔尔索斯,踏上了前往叙利亚的道路,凡是在路上遇到的一切都被他们收服;他们还纵火焚烧村庄,屠杀了许多人。他们就这样来到叙利亚的拉奥狄刻亚,并在那里居留,不再以强盗的身份,而是如同前来游览城市一般。
Ἐνταῦθα ὁ Ἱππόθοος ἐπολυπραγμόνει εἴ ποθεν Ἁβροκόμην εὑρεῖν δυνήσεται· ὡς δʼ οὐδὲν ἤνυε, ἀναλαβόντες αὑτούς, τὴν ἐπὶ Φοινίκης ἐτράποντο, κἀκεῖθεν ἐπʼ Αἴγυπτον· ἐδόκει γὰρ αὐτοῖς καταδραμεῖν Αἴγυπτον.
在那里,希波托俄斯四处打听,看能否在何处找到哈布罗科墨斯;但一无所获之后,他们休整了一番,便转向前往腓尼基的道路,又从那里前往埃及;因为他们决意要去劫掠埃及。
Καὶ συλλεξάμενοι μέγα λῃστήριον ἔρχονται τὴν ἐπὶ Πηλουσίου καὶ τῷ ποταμῷ τῷ Νείλῳ πλεύσαντες εἰς Ἑρμοῦ πόλιν τῆς Αἰγύπτου καὶ Σχεδίαν, ἐμβαλόντες εἰς διώρυγα τοῦ ποταμοῦ τὴν ὑπὸ Μενελάου γενομένην Ἀλεξάνδρειαν μὲν παρῆλθον, ἦλθον δὲ ἐπὶ Μέμφιν τὴν ἱερὰν τῆς Ἴσιδος, κἀκεῖθεν ἐπὶ Μένδην· παρέλαβον δὲ καὶ τῶν ἐπιχωρίων3 κοινωνοὺς τοῦ λῃστηρίου καὶ ἐξηγητὰς τῆς ὁδοῦ. Διελθόντες μὲν δὴ ταῦτα ἐπὶ Λεόντων ἔρχονται πόλιν καὶ ἄλλας παρελθόντες κώμας οὐκ ὀλίγας, ὧν αἱ πολλαὶ ἀφανεῖς, εἰς Κοπτὸν ἔρχονται τῆς Αἰθιοπίας πλησίον.
他们聚集起一大群盗匪,踏上前往珀鲁西翁的道路,沿着尼罗河乘船驶往埃及的赫尔莫波利斯和斯刻狄亚,驶入墨涅拉俄斯开凿的河渠,绕过了亚历山大里亚,来到了伊西斯的圣地孟菲斯,又从那里前往门得斯;他们还收编了一些当地人作为盗匪的同伙和向导。穿过这些地方之后,他们来到了狮城,又经过了许多其他大多默默无闻的村庄,来到了靠近埃塞俄比亚的科普托斯。
Ἐνταῦθα ἔγνωσαν λῃστεύειν· πολὺ γὰρ πλῆθος ἐμπόρων τὸ διοδεῦον ἦν τῶν τε ἐπʼ Αἰθιοπίαν καὶ τῶν ἐπὶ Ἰνδικὴν φοιτώντων· ἦν δὲ αὐτοῖς καὶ τὸ λῃστήριον ἀνθρώπων πεντακοσίων. Καταλαβόντες δὲ τῆς Αἰθιοπίας τὰ ἄκρα, καὶ πάντα καταστησάμενοι διέγνωσαν τοὺς παριόντας λῃστεύειν.
他们决定在那里行劫;因为前往埃塞俄比亚和印度的众多往来商人都要穿行此地;而且他们的匪帮已有五百人之众。他们占据了埃塞俄比亚的边境要隘,布置停当之后,便决意抢劫过往的行人。
- 4.1.1ὑπὲρ ὧν ἐδόκει τὸν δεσπότην Ἄραξον ἀποκτεῖναι
关系代名词 ὧν 源于先行词的省略并发生吸引(相当于 ὑπὲρ τούτων ὧν 或就其被指控的罪名而言)。动词 ἐδόκει 用作人称构词,以哈布罗科墨斯为主语(意为“他被认为杀了……”),支配不定式 ἀποκτεῖναι 及其宾语 τὸν δεσπότην Ἄραξον。
- 4.1.1τὴν ἐπὶ Συρίας
在阴性定冠词 τὴν 之后省略了名词 ὁδόν 的惯用结构。与表示方向的介词短语 ἐπὶ Συρίας(接属格)连用,意为“通往叙利亚的道路”。后文的 τὴν ἐπὶ Φοινίκης 和 τὴν ἐπὶ Πηλουσίου 亦为此类相同用法。
- 4.1.4παρέλαβον δὲ καὶ τῶν ἐπιχωρίων
τῶν ἐπιχωρίων 是动词 παρέλαβον 的部分属格,意为“从当地人中[带走了一部分]”。其后并列的名词 κοινωνοὺς ... καὶ ἐξηγητὰς 作宾语补足语(谓语宾格),表示“作为同伙和向导”。
