← 艾菲索斯的色诺芬

艾菲索斯故事

§3.12.1-3.12.6

库诺弑夫与哈布罗科墨斯蒙冤

哈布罗科墨斯遭遇海难被俘,在珀鲁西翁被退役老兵阿拉科斯买下,但其恶毒的妻子库诺倾心于他并弑夫,在被哈布罗科墨斯弃离后,反诬陷哈布罗科墨斯杀人并将其送官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12.1

Ἡ δὲ ναῦς ἡ τὸν Ἁβροκόμην ἔχουσα τοῦ μὲν κατ’ Ἀλεξάνδρειαν πλοῦ διαμαρτάνει, ἐκπίπτει δὲ ἐπὶ τὰς ἐκβολὰς τοῦ Νείλου τήν τε Παραίτιον καλουμένην καὶ Φοινίκης ὅση παραθαλάσσιος.

与此同时,载着哈布罗科墨斯的船只偏离了驶向亚历山大里亚的航线,漂流到了被称为帕赖提昂的尼罗河口以及腓尼基的沿海一带。

§3.12.2

Ἐκπεσοῦσι δὲ αὐτοῖς ἐπιδραμόντες τῶν ἐκεῖ ποιμένων τά τε φορτία διαρπάζουσι καὶ τοὺς ἄνδρας δεσμεύουσι καὶ ἄγουσιν ὁδὸν ἔρημον πολλὴν εἰς Πηλούσιον τῆς Αἰγύπτου πόλιν, κἀνταῦθα πιπράσκουσιν ἄλλον ἄλλῳ. Ὠνεῖται δὴ τὸν Ἁβροκόμην πρεσβύτης στρατιώτης (ἦν δὲ πεπαυμένος), Ἄραξος τοὔνομα.

在他们漂流靠岸时,当地的牧民们扑了上来,抢劫了货物,捆绑了船上的男人们,押着他们走过漫长的荒漠之路,前往埃及的城市珀鲁西翁,并在那里将他们分售给不同的人。一位名叫阿拉克索斯的老兵(他已经退役)买下了哈布罗科墨斯。

§3.12.3

Οὗτος ὁ Ἄραξος εἶχε γυναῖκα ὀφθῆναι μιαράν, ἀκουσθῆναι πολὺ χείρω,1 ἅπασαν ἀκρασίαν ὑπερβεβλημένην, Κυνὼ τοὔνομα. Αὕτη ἡ Κυνὼ ἐρᾷ τοῦ Ἁβροκόμου εὐθὺς ἀχθέντος εἰς τὴν οἰκίαν καὶ οὐκέτι κατεῖχε· δεινὴ καὶ ἐρασθῆναι καὶ ἀπολαύειν ἐθέλειν τῆς ἐπιθυμίας.

这位阿拉科斯有一个妻子,容貌丑陋不堪,名声更坏得多,极尽一切放纵之能事,名叫库诺。这库诺一见哈布罗科墨斯被领进宅邸便爱上了他,再也克制不住自己;她极易陷入情欲,并执意要满足自己的欲火。

§3.12.4

Ὁ μὲν δὴ Ἄραξος ἠγάπα τὸν Ἁβροκόμην καὶ παῖδα ἐποιεῖτο, ἡ δὲ Κυνὼ προσφέρει λόγον περὶ συνουσίας καὶ δεῖται πείθεσθαι καὶ ἄνδρα ἕξειν ὑπισχνεῖτο καὶ Ἄραξον ἀποκτενεῖν. Δεινὸν ἐδόκει τοῦτο Ἁβροκόμῃ, καὶ πολλὰ ἅμα ἐσκόπει, τὴν Ἄνθειαν, τοὺς ὅρκους, τὴν πολλάκις αὐτὸν σωφροσύνην ἀδικήσασαν ἤδη· τέλος δὲ ἐγκειμένης τῆς Κυνοῦς συγκατατίθεται.

阿拉科斯十分喜爱哈布罗科墨斯,视他如子;但库诺却向他求欢,乞求他顺从,并许诺将他立为丈夫,且要杀死阿拉科斯。这在哈布罗科墨斯看来是极其可怕的事,同时他思虑良多:安忒亚、誓言,以及那已经屡次害了他的贞洁节操;但最终在库诺的苦苦纠缠下,他表示同意。

§3.12.5

Καὶ νυκτὸς γενομένης ἡ μὲν ὡς ἄνδρα ἕξουσα τὸν Ἁβροκόμην τὸν Ἄραξον ἀποκτιννύει καὶ λέγει τὸ πραχθὲν τῷ Ἁβροκόμῃ, ὁ δὲ οὐκ ἐνεγκὼν τὴν τῆς γυναικὸς ἀσέλγειαν ἀπηλλάγη τῆς οἰκίας, καταλιπὼν αὐτήν, οὐκ ἄν ποτε μιαιφόνῳ συγκατακλιθῆναι φήσας.2

入夜之后,她满心打算将哈布罗科墨斯作为丈夫,便杀死了阿拉科斯,并将所做之事告诉了哈布罗科墨斯。但他无法忍受这个女人的无耻恶毒,弃她于不顾,逃离了那座宅院,宣称自己绝不可能与一个杀人凶手同床共枕。

§3.12.6

Ἡ δὲ ἐν αὑτῇ γενομένη, ἅμα τῇ ἡμέρᾳ προσελθοῦσα ἔνθα τὸ πλῆθος τῶν Πηλουσιωτῶν ἦν, ἀνωδύρετο τὸν ἄνδρα καὶ ἔλεγεν ὅτι αὐτὸν ὁ νεώνητος δοῦλος ἀποκτείνειε3 καὶ πολλὰ ὅσα ἐπεθρήνει καὶ ἐδόκει λέγειν τῷ πλήθει πιστά. Οἱ δὲ εὐθὺς συνέλαβον τὸν Ἁβροκόμην καὶ δήσαντες ἀνέπεμπον τῷ τῆς Αἰγύπτου τότε ἄρχοντι.

库诺回过神来后,天刚破晓便前往珀鲁西翁市民聚集的地方,痛哭死去的丈夫,声称是新买的奴隶杀害了他;她极尽哀痛地哀泣,民众觉得她的话十分可信。众人随即抓捕了哈布罗科墨斯,将他捆绑起来,解送给了当时的埃及行省总督。

语法注3 条
  1. 3.12.3ὀφθῆναι μιαράν, ἀκουσθῆναι πολὺ χείρω

    两个被动不定式 ὀφθῆναι(被看见)和 ἀκουσθῆναι(被听说)作为限制/限定不定式(infinitive of specification),分别修饰形容词 μιαράν 和比较级 χείρω,意为“看起来面目可憎,听传闻则更为恶劣”。

  2. 3.12.5οὐκ ἄν ποτε μιαιφόνῳ συγκατακλιθῆναι φήσας

    在由分词 φήσας(说)引导的间接引语中,否定词 οὐκ 和助词 ἄν 修饰不定式 συγκατακλιθῆναι。这代表直接引语中的潜在希求法(οὐκ ἄν ποτε συγκατακλιθείην,“我绝不会与……同床”)转成了带 ἄν 的不定式结构,表示坚决的拒绝。

  3. 3.12.6ὅτι αὐτὸν ὁ νεώνητος δοῦλος ἀποκτείνειε

    在由过去时主动词 ἔλεγεν(她说)引导的 ὅτι 宾语从句中,动词 ἀποκτείνειε 采用不定过去时希求法(间接引语斜格希求法,optativus obliquus)。它替代了直接引语中直陈式不定过去时(ἀπέκτεινε,“杀死了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.12.1-3.12.6