- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.9.1-3.9.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安忒亚被强盗带至亚历山大里亚准备转卖,而阿布罗科墨斯则从一位老妇人的叙述中得知安忒亚服毒自尽且尸身失踪的假消息。
Καὶ οἱ μὲν ἀνύσαντες ἡμέραις οὐ πολλαῖς τὸν πλοῦν κατῆραν εἰς Ἀλεξάνδρειαν κἀνταῦθα ἐξεβίβασαν τὴν Ἄνθειαν καὶ διέγνωσαν ἐκ τοῦ πλοῦ ἀνενεγκοῦσαν1 παραδοῦναί τισιν ἐμπόροις· ὁ δὲ Περίλαος μαθὼν τὴν τοῦ τάφου διορυγὴν καὶ τὴν τοῦ σώματος ἀπώλειαν ἐν πολλῇ καὶ ἀκατασχέτῳ λύπῃ ἦν.
强盗们没用多少天便结束了航行,在亚历山大里亚靠岸;他们将安忒亚带上了岸,并决定等她从舟车劳顿中恢复过来后,就把她转卖给一些商人。与此同时,佩里拉奥斯得知了墓穴被掘开、遗体失踪的消息,陷入了难以遏制的极大悲痛之中。
Ὁ δὲ Ἁβροκόμης ἐζήτει καὶ ἐπολυπραγμόνει εἴ τις ἐπίσταιτο κόρην ποθὲν ξένην αἰχμάλωτον μετὰ λῃστῶν ἀχθεῖσαν·2 ὡς δὲ οὐδὲν εὗρεν, ἀποκαμὼν ἦλθεν οὗ κατήγοντο. Δεῖπνον δὲ αὑτοῖς οἱ περὶ τὸν Ἱππόθοον παρεσκεύασαν.
阿布罗科墨斯则到处寻找并打听,是否有人知道有个从某处与强盗一同被带来的被俘异乡少女;但他一无所获,精疲力竭地回到了他们的落脚处。希波托奥斯一行人已为自己备好了晚餐。
Καὶ οἱ μὲν ἄλλοι ἐδειπνοποιοῦντο, ὁ δὲ Ἁβροκόμης πάνυ ἄθυμος ἦν καὶ αὑτὸν ἐπὶ τῆς εὐνῆς ῥίψας ἔκλαε καὶ ἔκειτο οὐδὲν προσιέμενος.
当其他人在用晚餐时,阿布罗科墨斯却万念俱灰,把自己扔在床上痛哭,躺在那里一口东西也不肯吃。
Προιόντος δὲ τοῦ πότου εὐκαίρως τοῖς περὶ τὸν Ἱππόθοον παροῦσά τις πρεσβῦτις ἄρχεται διηγήματος, ᾗ ὄνομα Χρυσίον. Ἀκούσατε ἔφη, ὦ ξένοι, πάθους οὐ πρὸ πολλοῦ γενομένου ἐν τῇ πόλει.
酒席正酣之际,正好有一位在场的老妇人为希波托奥斯他们讲起了一个故事,老妇人的名字叫克律西翁。 “外乡人啊,请听我说,”她说道,“不久前在这座城里发生的一桩惨事。
Περίλαός τις, ἀνὴρ τῶν τὰ πρῶτα δυναμένων, ἄρχειν μὲν ἐχειροτονήθη τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ, ἐξελθὼν δὲ ἐπὶ λῃστῶν ζήτησιν, ἤγαγέ τινας συλλαβὼν λῃστὰς καὶ μετʼ αὐτῶν κόρην καλὴν καὶ ταύτην ἔπεισεν αὐτῷ γαμηθῆναι.
有个叫佩里拉奥斯的人,是在权贵中首屈一指的显要人物,他被选为奇里乞亚的治安官;他带队搜捕强盗,抓捕并押解回来几名强盗,随同他们一起的还有一位美丽的少女,他说服这位少女嫁给他。
Καὶ πάντα μὲν τὰ πρὸς τὸν γάμον ἐξετετέλεστο· ἡ δὲ εἰς τὸν θάλαμον εἰσελθοῦσα, εἴτε μανεῖσα εἴτε ἄλλου τινὸς ἐρῶσα, πιοῦσα φάρμακόν ποθεν ἀποθνήσκει· οὗτος γὰρ ὁ τοῦ θανάτου τρόπος αὐτῆς ἐλέγετο. Ἀκούσας ὁ Ἱππόθοος αὕτη ἔφησεν ἐστὶν ἡ κόρη, ἣν Ἁβροκόμης ζητεῖ.
婚礼的所有准备都已就绪;然而新娘走进洞房之后,不知是发了疯,还是另有所爱,服下了不知从何处得到的毒药而死;人们传说的死因便是如此。” 希波托奥斯听后说道: “这就是阿布罗科墨斯在寻找的少女!”
Ὁ δὲ Ἁβροκόμης ἤκουε μὲν τοῦ διηγήματος, παρεῖτο δὲ ὑπὸ ἀθυμίας· ὀψὲ δὲ καὶ ἀναθορῶν ἐκ τῆς τοῦ Ἱπποθόου φωνῆς ἀλλὰ νῦν μὲν σαφῶς τέθνηκεν Ἄνθεια καὶ τάφος ἴσως αὐτῆς ἐστιν ἐνθάδε καὶ τὸ σῶμα σώζεται.
阿布罗科墨斯虽然听着这个故事,但因极度沮丧而心力交瘁;然而最后他被希波托奥斯的声音惊起,说道: “这么说,如今安忒亚确确实实是死了,她的坟墓想必就在这里,遗体也还完好存留着!”
Λέγων ἐδεῖτο τῆς πρεσβύτιδος τῆς Χρυσίου ἄγειν ἐπὶ τὸν τάφον αὐτῆς καὶ δεῖξαι τὸ σῶμα· ἡ δὲ ἀναστενάξασα τοῦτο γὰρ ἔφη τῇ κόρῃ τῇ ταλαιπώρῳ τὸ δυστυχέστατον· ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε· πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν· ἐφ’ οἷς πολλὴ καὶ μεγάλη ζήτησις ὑπὸ Περιλάου γίνεται.
他一边说着,一边央求老妇人克律西翁带他前往她的坟墓,让他看看遗体。然而老妇人深叹了一口气说道: “那正是那个可怜少女最不幸之处了。因为佩里拉奥斯虽然将她厚葬并饰以珍宝,但强盗们得知随葬之物后,掘开了坟墓,不仅抢走了首饰,还把遗体弄得无影无踪;为此,佩里拉奥斯正在展开声势浩大的搜寻。”
- 3.9.1ἀνενεγκοῦσαν
动词 ἀναφέρω 的第二过去时主动分词阴性单数宾格(源自 ἀνήνεγκον)。在此作不及物动词使用,意为“(从疲惫或病痛中)恢复元气、缓过来”。与介词短语 ἐκ τοῦ πλοῦ 连用,修饰不定式 παραδοῦναι 的宾语 τὴν Ἄνθειαν,意为“在安忒亚从航海中恢复过来之后”。
- 3.9.2εἴ τις ἐπίσταιτο κόρην ποθὲν ξένην αἰχμάλωτον μετὰ λῃστῶν ἀχθεῖσαν
由主句过去时动词 ἐζήτει 和 ἐπολυπραγμόνει(未完成过去时)引出的由 εἴ 引导的间接疑问节,从句动词 ἐπίσταιτο 采用了与过去时相呼应的斜格祈愿法(optativus obliquus)。同时,表示认知与知觉的动词 ἐπίσταμαι 支配“宾格+分词”补足结构(κόρην ... ἀχθεῖσαν),表示“是否有人知道一位被掳的少女被带了过来”。
