- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.8.1-3.8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在墓中苏醒的安忒亚得知药剂并非毒药后决心绝食自尽,却被前来盗墓的强盗掳走,并被海运带往亚历山大里亚。
Καὶ ὁ μὲν ἐκτελέσας τὰ νομιζόμενα ὑπὸ τῶν οἰκείων εἰς τὴν πόλιν ἤγετο· καταλειφθεῖσα δὲ ἐν τῷ τάφῳ ἡ Ἄνθεια ἑαυτῆς γενομένη1 καὶ συνεῖσα ὅτι μὴ τὸ φάρμακον θανάσιμον ἦν, στενάξασα καὶ δακρύσασα ὦ ψευσάμενόν με φησίν, ὦ κωλῦσαν ὁδεῦσαι πρὸς τὸν Ἁβροκόμην ὁδὸν εὐτυχῆ· ἐσφάλην ἄρα (πάντα καινὰ καὶ τῆς ἐπιθυμίας τοῦ θανάτου.
〔佩里拉奥斯〕在办完合乎习俗的仪式后,便由亲友们引着返回了城中;而被留在墓中的安忒亚苏醒过来,意识到那药剂并不是致命的,便呜咽着流下泪来说道: “啊,你这欺骗了我之物, 你这阻碍了我前往阿布罗科墨斯那里的幸福旅程之物!我竟然(万事都是如此意外)连对死的渴望也落了空。
Ἀλλ’ ἔνεστί γε ἐν τῷ τάφῳ μείνασαν τὸ ἔργον ἐργάσασθαι τοῦ φαρμάκου λιμῷ.2 Οὐ γὰρ ἂν ἐντεῦθέν μέ τις ἀνέλοιτο, οὐδʼ ἂν ἐπίδοιμι τὸν ἥλιον οὐδʼ εἰς φῶς ἐλεύσομαι. Ταῦτα εἰποῦσα ἐκαρτέρει, τὸν θάνατον προσδεχομένη γενναίως.
但留在墓中,靠着饥饿去完成药剂未能达成之事,这还是可能的。因为不会有人从这里将我带走,我既不会再看见太阳,也不会再走入光明之中。” 说完这些话,她便隐忍坚持着,勇敢地等待着死亡。
Ἐν δὲ τούτῳ νυκτὸς ἐπιγενομένης λῃσταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῇ κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνῃροῦντο καὶ τὴν Ἄνθειαν ζῶσαν ὁρῶσι· μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο.
在此期间,夜幕降临,有些强盗得知有一位少女被厚葬在此,且有许多属于女子的首饰以及大量的金银与她同葬,便来到了墓地;他们砸开了墓门,走进去收拾那些宝饰,这时却看见安忒亚还活着。他们认为这也是一笔巨大的收获,便将她扶起,想要把她带走。
Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο ἄνδρες, οἵτινές ποτ’ ἐστὲ λέγουσα, τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες κομίζετε, φείσασθε δὲ τοῦ σώματος.
她却匍匐在他们的脚下,苦苦哀求道: “男人们啊,无论你们是谁,”她说道,“请把这些首饰,不论是什么,连同所有陪葬品全都拿走带去吧,但求你们放过我的身体。
Δυοῖν ἀνάκειμαι θεοῖς, Ἔρωτι καὶ Θανάτῳ· τούτοις ἐάσατε σχολάσαι με. Ναὶ πρὸς θεῶν αὐτῶν τῶν πατρῴων ὑμῖν, μή με ἡμέρᾳ δείξητε τὴν ἄξια νυκτὸς καὶ σκότους δυστυχοῦσαν.3 Ταῦτα ἔλεγεν· οὐκ ἔπειθε δὲ τοὺς λῃστάς, ἀλλʼ ἐξαγαγόντες αὐτὴν τοῦ τάφου κατήγαγον ἐπὶ θάλατταν καὶ ἐνθέμενοι σκάφει τὴν εἰς Ἀλεξάνδρειαν ἀνήγοντο· ἐν δὲ τῷ πλῷ ἐθεράπευον αὐτὴν καὶ θαρρεῖν παρεκάλουν.
我已献身于两位神明,爱神与死神;请让我专注于侍奉他们吧。凭着你们自己的祖先神灵的名义,请不要将我这遭受着合乎黑夜与幽暗的不幸之人暴露在白昼的光天化日之下。” 她这般说着,却无法说服强盗们;强盗们将她带出坟墓,押解到海边,搬上一艘小船,扬帆驶往亚历山大里亚;在航行中,他们悉心照料她,劝慰她振作起来。
Ἡ δὲ ἐν οἵοις κακοῖς ἐγεγόνει ἐννοήσασα, θρηνοῦσα καὶ ὀδυρομένη πάλιν ἔφησε λῃσταὶ καὶ θάλαττα, πάλιν αἰχμάλωτος ἐγώ· ἀλλὰ νῦν δυστυχέστερον, ὅτι μὴ μετὰ Ἁβροκόμου.
她想到了自己身陷何等苦难,便悲叹痛哭着说道: “又是强盗与大海,我又成了俘虏!但如今更为凄惨,因为我身边没有阿布罗科墨斯。
Τίς με ἄρα ὑποδέξεται γῆ; τίνας δὲ ἀνθρώπους ὄψομαι; μὴ Μοῖριν ἔτι, μὴ Μαντώ, μὴ Περίλαον, μὴ Κιλικίαν·4 ἔλθοιμι δὲ ἔνθα κἂν τάφον Ἁβροκόμου μόνον ὄψομαι. Ταῦτα ἑκάστοτε ἐδάκρυε καὶ αὐτὴ μὲν οὐ πότον, οὐ τροφὴν προσίετο, ἠνάγκαζον δὲ οἱ λῃσταί.
究竟会有怎样的土地收留我?我将看到什么样的人?愿我再也不要见到莫伊里斯,不要见到曼托,不要见到佩里拉奥斯,不要见到奇里乞亚;但愿我能去往哪怕只能看到阿布罗科墨斯坟墓的地方。” 她每每这般哭泣,她自己既不肯进水,也不肯进食,但强盗们却强迫她吃喝。
- 3.8.1ἑαυτῆς γενομένη
属格 ἑαυτῆς 与动词 γίγνομαι 连用构成习语,意为“恢复神志”、“苏醒过来”(表语属格),对应上一节中处于昏迷不醒(ἀναισθητοῦσα)的状态。
- 3.8.2ἔνεστί γε ἐν τῷ τάφῳ μείνασαν τὸ ἔργον ἐργάσασθαι τοῦ φαρμάκου λιμῷ
非人称动词 ἔνεστι(“……是可能的”)引导不定式 ἐργάσασθαι,其逻辑主语由宾格分词 μείνασαν 充当,而非与格。由于 ἔνεστι 省略了原本指代动作主体的与格(如 μοι),因而转由不定式的宾格充当主语。
- 3.8.5ἄξια νυκτὸς καὶ σκότους δυστυχοῦσαν
ἄξια 为中性复数,充当不及物动词 δυστυχέω(遭遇不幸)的内动宾格(同源宾格),意为“承受配得上黑夜与幽暗的不幸”。整个短语 τὴν ... δυστυχοῦσαν 作为同位语修饰前面的代词宾格 με。
- 3.8.7μὴ Μοῖριν ἔτι, μὴ Μαντώ, μὴ Περίλαον, μὴ Κιλικίαν
表达否定愿望的省略句,省略了表示“见到”的祈愿希求法动词(如 ἴδοιμι)。它与紧接着的肯定祈愿 ἔλθοιμι(“愿我去往……”)形成对照,表达了强烈的躲避与不愿再见之意。
