- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.10.1-3.10.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知安忒亚逝世且遗体失窃后,阿布罗科墨斯悲痛欲绝,立誓在找到她的遗体并合葬之前决不赴死。他趁夜离开醉卧的同伴,独自登船前往亚历山大里亚追踪强盗,而留在原地的希波托奥斯一行则决定转向叙利亚方向。
Ἀκούσας ὁ Ἁβροκόμης περιερρήξατο τὸν χιτῶνα καὶ μεγάλως ἀνωδύρετο καλῶς μὲν καὶ σωφρόνως ἀποθανοῦσαν Ἄνθειαν, δυστυχῶς δὲ μετὰ τὸν θάνατον ἀπολομένην.
阿布罗科墨斯听闻此事,撕裂了自己的内袍,痛声哀悼安忒亚——她死得高尚而贞洁,死后却落得如此凄惨的下场。
Τίς ἄρα λῃστὴς οὕτως ἐρωτικός, ἵνα καὶ νεκρᾶς ἐπιθυμήσῃ σου; ἵνα καὶ τὸ σῶμα ἀφέληται;1 Ἀπεστερήθην σοῦ ὁ δυστυχὴς τῆς μόνης ἐμοὶ παραμυθίας.
“究竟是怎样的强盗竟如此好色,以至于连死去的你也要垂涎,甚至要把你的遗体也抢走?不幸的我,被夺走了我唯一的慰藉——你啊。
Ἀποθανεῖν οὖν ἔγνωσται πάντως·2 ἀλλὰ τὰ πρῶτα καρτερήσω, μέχρι οὗ τὸ σῶμα εὕρω τὸ σὸν καὶ περιβαλὼν ἐμαυτὸν ἐκείνῳ συγκαταθάψω. Ταῦτα ἔλεγεν ὀδυρόμενος· θαρρεῖν δὲ αὐτὸν παρεκάλουν οἱ περὶ τὸν Ἱππόθοον.
因此,死是无论如何已经注定了的;但我首先要忍耐,直到我找到你的遗体,抱住它并将自己与它一同埋葬。” 他一边哀号一边说着这些话;而希波托奥斯一行人则劝勉他振作精神。
Καὶ τότε μὲν ἀνεπαύσαντο δι’ ὅλης τῆς νυκτός· ἔννοια δὲ πάντων Ἁβροκόμην εἰσήρχετο, Ἀνθείας, τοῦ θανάτου, τοῦ τάφου, τῆς ἀπωλείας. Καὶ δὴ οὐκέτι καρτερῶν, λαθὼν πάντας (ἔκειντο δὲ ὑπὸ μέθης οἱ περὶ τὸν Ἱππόθοον) ἔξεισιν ὡς δή τινος χρῄζων, καὶ καταλιπὼν πάντας ἐπὶ τὴν θάλατταν ἔρχεται καὶ ἐπιτυγχάνει νεὼς εἰς Ἀλεξάνδρειαν ἀναγομένης, καὶ ἐπιβὰς ἀνάγεται ἐλπίζων δὴ τοὺς λῃστὰς τοὺς συλήσαντας πάντα ἐν Αἰγύπτῳ καταλήψεσθαι· ὡδήγει δὲ αὐτὸν εἰς ταῦτα ἐλπὶς δυστυχής.
当时他们歇息了整整一夜;但各种思绪不断涌入阿布罗科墨斯的心头——安忒亚、她的死、坟墓、遗体的下落不明。他终于再也无法忍耐,瞒过所有人(希波托奥斯一行人都因醉酒而躺倒着),假装要去办点什么事便走了出去;他撇下所有人来到海边,正遇上一艘驶往亚历山大里亚的船,便登船出海,指望在埃及抓住掠夺了一切的强盗;一种不幸的希望引导着他做出这些举动。
Καὶ ὁ μὲν ἔπλει τὴν ἐπʼ Ἀλεξανδρείας,3 ἡμέρας δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἠνιῶντο μὲν ἐπὶ τῷ ἀπαλλαγῆναι τοῦ Ἁβροκόμου, ἀναλαβόντες δʼ αὑτοὺς ἡμερῶν ὀλίγων ἔγνωσαν τὴν ἐπὶ Συρίας καὶ Φοινίκης λῃστεύοντες ἰέναι.
他就这样沿着驶向亚历山大里亚的航线航行;天亮之后,希波托奥斯一行人虽然为阿布罗科墨斯的离去而感到悲伤,但几天之内便振作起来,决定一边沿途行劫,一边取道前往叙利亚和腓尼基。
- 3.10.2ἵνα καὶ νεκρᾶς ἐπιθυμήσῃ σου; ἵνα καὶ τὸ σῶμα ἀφέληται;
此处的连词 ἵνα 接虚拟式(ἐπιθυμήσῃ、ἀφέληται),与前文的副词 οὕτως 相呼应,表示结果(在后期希腊语中常见以 ἵνα 代替 ὥστε 加不定式或直陈式来表示结果的用法)。尽管在语法上也可作目的解(“为了……”),但在此作承接 οὕτως(如此程度)的结果从句(“竟如此……以至于……”)更加符合上下文逻辑。
- 3.10.3Ἀποθανεῖν οὖν ἔγνωσται πάντως
动词 γιγνώσκω 的完成时被动第三人称单数形式 ἔγνωσται 搭配不定式 ἀποθανεῖν 构成的无人称结构,表示“死已经全然决定下来了”(即“我已断然决定一死”)。
- 3.10.5τὴν ἐπʼ Ἀλεξανδρείας
表示方向或路径的宾格结构,省略了阴性名词 ὁδόν(道路),与动词 ἔπλει 连用,意为“(在驶往)亚历山大里亚的(航线上)航行”。下文的 τὴν ἐπὶ Συρίας καὶ Φοινίκης ... ἰέναι 中同样运用了这一省略结构。
