← 艾菲索斯的色诺芬

艾菲索斯故事

§3.7.1-3.7.4

佩里拉奥斯的哀恸与安忒亚的葬礼

佩里拉奥斯发现倒下的安忒亚后痛不欲生,慨叹阿布罗科墨斯享有的深情,随后在天亮时将她盛装打扮,厚葬于城郊的墓穴中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.1

Ὡς δὲ εἰσῆλθεν ὁ Περίλαος, εὐθὺς ἰδὼν τὴν Ἄνθειαν κειμένην ἐξεπλάγη καὶ ἀνεβόησε, θόρυβός τε πολὺς τῶν κατὰ τὴν οἰκίαν ἦν καὶ πάθη συμμιγῆ, οἰμωγή, φόβος, ἔκπληξις. Οἱ μὲν ᾤκτειρον τὴν δοκοῦσαν τεθνηκέναι, οἱ δὲ συνήχθοντο Περιλάῳ, πάντες δὲ ἐθρήνουν τὸ γεγονός.

当佩里拉奥斯走进来,立刻看到安忒亚躺在地上,顿时惊骇万分,大声惊叫;屋里的人们一片骚动,交织着各种情感:哀号、恐惧、惊恐。有人怜悯这位被认为已经逝去的少女,有人同情佩里拉奥斯,大家都为这起变故而悲恸。

§3.7.2

Ὁ δὲ Περίλαος τὴν ἐσθῆτα περιρρηξάμενος, ἐπιπεσὼν τῷ σώματι ὦ φιλτάτη μοι κόρη φησίν, ὦ πρὸ τῶν γάμων καταλιποῦσα τὸν ἐρῶντα, ὀλίγαις ἡμέραις1 νύμφη Περιλάου γενομένη, εἰς οἷόν σε θάλαμον τὸν τάφον ἄξομεν;2

佩里拉奥斯撕裂了自己的衣服,扑在她的遗体上说道: “我最心爱的少女啊, 你在婚礼之前离弃了爱慕你的人,做佩里拉奥斯的新娘仅仅数日,我们竟要把你送入坟墓这样一处怎样的新房啊!

§3.7.3

εὐδαίμων ἄρα ὅστις ποτε Ἁβροκόμης ἦν· μακάριος ἐκεῖνος ὡς ἀληθῶς, τηλικαῦτα παρʼ ἐρωμένης λαβὼν δῶρα. Ὁ μὲν οὖν τοιαῦτα ἐθρήνει, περιεβεβλήκει δὲ ἅπασαν καὶ ἠσπάζετο χεῖράς τε καὶ πόδας νύμφη λέγων ἀθλία, γύναι δυστυχεστέρα.

无论那个阿布罗科墨斯究竟是谁,他真是幸运;那个人当真是大有福气,竟能从所爱的女子那里获得如此贵重的赠礼。” 他便这样哀悼着,抱住她的整个身体,亲吻着她的手脚,说道: “可怜的新娘,命运更为不幸的女子啊!”

§3.7.4

Ἐκόσμει δὲ αὐτὴν πολλὴν μὲν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν· καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνῃ τὴν Ἄνθειαν (ἡ δὲ ἔκειτο ἀναισθητοῦσα) ἦγεν εἰς τοὺς πλησίον τῆς πόλεως τάφους· κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας.

他盛装打扮她,为她穿上许多衣裳,戴上许多金饰;天亮之后,他再也难以承受目睹此景的痛苦,便将安忒亚安放在卧榻上(她依旧不省人事地躺着),抬往城郊的墓地。他在那里的一间墓室中将她安葬,宰杀了许多祭牲献祭,并在其上焚化了大量的华服与其他饰物。

语法注2 条
  1. 3.7.2ὀλίγαις ἡμέραις

    表示时间跨度的与格。在古典希腊语中,时间持续的长度通常用宾格(ὀλίγας ἡμέρας)表达,但在后古典希腊语/通用希腊语中,与格常被用来表示时间的持续(“仅数日之久”)。

  2. 3.7.2εἰς οἷόν σε θάλαμον τὸν τάφον ἄξομεν;

    名词 τὸν τάφον 与 οἷον θάλαμον 构成同位语(或谓语性同位结构),意为“送入怎样的一个新房——即坟墓”。这里化用了希腊悲剧以来将“坟墓(τάφος)”视作“新房(θάλαμος)”的经典悖论修辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.7.1-3.7.4