← 艾菲索斯的色诺芬

艾菲索斯故事

§3.6.1-3.6.5

安忒亚坚守誓言与新房服药

安忒亚在被送入新房时重申了对阿布罗科墨斯的忠贞,随后趁独处之际将药掺入水中饮下,陷入了昏睡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1

Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλαμος, καὶ ἧκον οἱ ἐπὶ τούτῳ τεταγμένοι τὴν Ἄνθειαν ἐξάξοντες· ἡ δὲ ἄκουσα καὶ δεδακρυμένη ἐξῄει, ἐν τῇ χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλάμου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον·

此时夜幕已经降临,新房正在布置,负责引领安忒亚的人也已到来;但她极不情愿,满面泪痕地走了出来,手中暗藏着药物。当她走近新房时,仆人们高唱起婚礼赞歌。

§3.6.2

ἡ δὲ ἀνωδύρετο καὶ ἐδάκρυεν οὕτως ἐγὼ λέγουσα πρότερον ἠγόμην Ἁβροκόμῃ νυμφίῳ,1 καὶ παρέπεμπεν ἡμᾶς πῦρ ἐρωτικόν, καὶ ὑμέναιος ᾔδετο ἐπὶ γάμοις εὐδαίμοσι.

她却悲泣流泪,说道: “从前我曾这样被引向新郎阿布罗科墨斯,爱情的火炬护送着我们,婚礼赞歌在幸福的婚礼上唱响。

§3.6.3

Νυνὶ δὲ τί ποιήσεις, Ἄνθεια; ἀδικήσεις Ἁβροκόμην τὸν ἄνδρα, τὸν ἐρώμενον, τὸν διὰ σὲ τεθνηκότα; Οὐχ οὕτως ἄνανδρος ἐγὼ οὐδʼ ἐν τοῖς κακοῖς δειλή. Δεδόχθω ταῦτα,2 πίνωμεν τὸ φάρμακον· Ἁβροκόμην εἶναί μοι δεῖ ἄνδρα· ἐκεῖνον καὶ τεθνηκότα βούλομαι.

可是现在你要怎么做呢,安忒亚?难道你要背叛阿布罗科墨斯——你的丈夫、所爱之人、为你丧命的人吗?我绝非如此软弱无能,在厄运面前也并非懦夫。就这么决定了,把药喝下去吧!阿布罗科墨斯必须是我的丈夫;即便他已死去,我也只要他。”

§3.6.4

Ταῦτα ἔλεγε καὶ ἤγετο εἰς τὸν θάλαμον. Καὶ δὴ μόνη μὲν ἐγεγόνει, ἔτι γὰρ Περίλαος μετὰ τῶν φίλων εὐωχεῖτο· σκηψαμένη δὲ τῇ ἀγωνίᾳ ὑπὸ δίψους κατειλῆφθαι3 ἐκέλευσεν αὑτῇ τινι τῶν οἰκετῶν ὕδωρ ἐνεγκεῖν, ὡς δὴ πιομένη·4 καὶ δὴ κομισθέντος ἐκπώματος, λαβοῦσα οὐδενὸς ἔνδον αὐτῇ παρόντος ἐμβάλλει τὸ φάρμακον καὶ δακρύσασα ὦ φιλτάτου φησὶν Ἁβροκόμου ψυχή, ἰδού σοι τὰς ὑποσχέσεις ἀποδίδωμι καὶ ὁδὸν ἔρχομαι τὴν παρὰ σέ, δυστυχῆ μὲν ἀλλʼ ἀναγκαῖαν· καὶ δέχου με ἄσμενος καὶ μοι πάρεχε τὴν ἐκεῖ μετὰ σοῦ δίαιταν εὐδαίμονα. Εἰποῦσα ἔπιε τὸ φάρμακον, καὶ εὐθὺς ὕπνος τε αὐτὴν κατεῖχε καὶ ἔπιπτεν εἰς γῆν, καὶ ἐποίει τὸ φάρμακον ὅσα ἐδύνατο.

她说着这些话,被引进了新房。 她终于独自一人了,因为佩里拉奥斯仍在同朋友们宴饮;她便托辞说自己由于极度焦虑而口渴难耐,吩咐一名仆人给她端些水来,装作要喝的样子。当水杯端来后,她接了过来,趁屋内四下无人,将药投了进去,流着泪说道: “啊,至亲至爱的阿布罗科墨斯的灵魂,看哪,我正向你履行誓言,踏上前往你那里的道路,虽是不幸,却无可逃避;请欣然接纳我,赐予我在彼处与你相伴的幸福生活吧。” 说完,她饮下了药物;立刻,沉睡笼罩了她,她倒在地上,药物发挥了它所能具有的全部效力。

语法注4 条
  1. 3.6.2ἠγόμην Ἁβροκόμῃ νυμφίῳ

    动词 ἠγόμην 为被动语态,意为“(作为新娘)被引去成婚”,与格 Ἁβροκόμῃ νυμφίῳ 作方向或关涉与格(“引向新郎阿布罗科墨斯”),与主动语态短语 ἄγειν γυναῖκα(娶妻)相对。

  2. 3.6.3Δεδόχθω ταῦτα

    来自动词 δοκέω 的完成时被动语态第三人称单数祈使语气。表示坚决且不可动摇的决定之程式化表达:“就这么决定了”、“此事就此定夺”。

  3. 3.6.4σκηψαμένη δὲ τῇ ἀγωνίᾳ ὑπὸ δίψους κατειλῆφθαι

    分词 σκηψαμένη(“托辞……”)支配带不定式的宾语结构。不定式 κατειλῆφθαι(καταλαμβάνω 的完成时被动不定式)的逻辑主语(安忒亚自身)被省略;τῇ ἀγωνίᾳ 为原因与格(“由于焦虑/慌乱”),ὑπὸ δίψους 则是表示施事或直接原因的介词短语(“被口渴所侵袭”)。

  4. 3.6.4ὡς δὴ πιομένη

    ὡς 连同小品词 δὴ 与将来时分词(πίνω 的阴性单数主格将来分词)连用,表达表面上的企图或做作之态:“俨然真要喝下去一般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.6.1-3.6.5