← 艾菲索斯的色诺芬

艾菲索斯故事

§3.5.1-3.5.11

安忒亚求取毒药与欧多克索斯的安眠药

在与佩里拉奥斯的婚期临近之际,安忒亚为守贞操,以重金恳求以弗所医生欧多克索斯提供致命毒药。欧多克索斯出于同情及筹措路费之需而应允,却带给她催眠药而非毒药,随后启程返乡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐξετετέλεστο τῷ Περιλάῳ, ἐφειστήκει δὲ ἡ ἡμέρα, δεῖπνον μὲν αὐτῷ πολυτελὲς ἡτοίμαστο καὶ ἡ Ἄνθεια ἐκεκόσμητο κόσμῳ νυμφικῷ· ἐπαύετο δὲ οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν δακρύουσα, ἀλλʼ ἀεὶ πρὸ ὀφθαλμῶν εἶχεν Ἁβροκόμην.

当佩里拉奥斯把有关婚礼的一切都筹备妥当,正日临近之时,一席丰盛的宴席已为他准备就绪,安忒亚也已换上了新娘的盛装;然而她不论白昼黑夜都哭泣不止,眼前始终浮现着阿布罗科墨斯的容颜。

§3.5.2

Ἐνενόει δὲ ἅμα πολλά, τὸν ἔρωτα, τοὺς ὅρκους, τὴν πατρίδα, τοὺς πατέρας, τὴν ἀνάγκην, τὸν γάμον. Καὶ δὴ καθʼ αὑτὴν γενομένη, καιροῦ λαβομένη, σπαράξασα τὰς κόμας ὦ πάντα ἄδικος ἐγὼ φησὶ καὶ πονηρά, ἥτις οὐχὶ τοῖς ἴσοις Ἁβροκόμην ἀμείβομαι.1

她同时思忖着许多事情:他们的爱情、誓言、祖国、父母、无可奈何的处境以及这桩婚事。当她独自一人、抓住机会扯着头发时,说道: “啊,我是何等不义而邪恶的人啊,竟然不能以对等的回报对待阿布罗科墨斯!

§3.5.3

Ὁ μὲν γὰρ ἵνα ἐμὸς ἀνὴρ μείνῃ καὶ δεσμὰ ὑπομένει καὶ βασάνους καὶ ἴσως που καὶ τέθνηκεν· ἐγὼ δὲ καὶ ἐκείνων ἀμνημονῶ καὶ γαμοῦμαι ἡ δυστυχής, καὶ τὸν ὑμέναιον ᾄσει τις ἐπʼ ἐμοί, καὶ ἐπ’ εὐνὴν ἀφίξομαι τὴν Περιλάου.

他为了守做我的丈夫,忍受着桎梏与酷刑,甚至可能已经在某处死去了;可我不幸地忘却了这一切,要被嫁出去,有人将为我唱起婚礼赞歌,而我也要走上佩里拉奥斯的婚床。

§3.5.4

Ἀλλ’, ὦ φιλτάτη μου πασῶν Ἁβροκόμου ψυχή, μηδέν τι ὑπὲρ ἐμοῦ λυπηθῇς, οὐ γὰρ ἄν ποτε ἑκοῦσα ἀδικήσαιμί σε· ἐλεύσομαι, καὶ μέχρι θανάτου μείνασα νύμφη σή.

但是,阿布罗科墨斯的灵魂啊,于我而言你比一切都更为珍贵,绝不要为我感到丝毫悲伤,因为我绝不会甘心背叛你;我将来到你的身边,至死都做你的新娘。”

§3.5.5

Ταῦτα εἶπε καὶ ἀφικομένου παρʼ αὐτὴν τοῦ Εὐδόξου τοῦ Ἐφεσίου ἰατροῦ ἀπαγαγοῦσα αὐτὸν ἐπʼ οἴκημά τι ἠρεμαῖον προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει μηδενὶ κατειπεῖν τῶν ῥηθησομένων μηδὲν καὶ ὁρκίζει τὴν πάτριον θεὸν Ἄρτεμιν ξυμπράξειν πάντα ὅσα ἂν αὐτοῦ δεηθῇ.

说完这些,适逢以弗所的医生欧多克索斯来到她那里,她便将他带入一间僻静的屋子,跪倒在他膝前,恳求他万勿将将要言说之事向任何人泄露半句,并让他指着家乡的守护女神阿尔忒弥斯起誓,凡她所求之事必全力相助。

§3.5.6

Ἀνίστησιν αὐτὴν ὁ Εὔδοξος πολλὰ θρηνοῦσαν καὶ θαρρεῖν παρεκάλει καὶ ἐπώμνυε, πάντα ποιήσειν ὑπισχνούμενος. Λέγει δὴ αὐτῷ τὸν Ἁβροκόμου ἔρωτα καὶ τοὺς ὅρκους τοὺς πρὸς ἐκεῖνον καὶ τὰς περὶ τῆς σωφροσύνης συνθήκας·

欧多克索斯扶起悲泣不已的她,劝她振作精神,并立誓承诺照办一切。

§3.5.7

καὶ εἰ μὲν ἦν ζῶσαν ἔφη με ἀπολαβεῖν ζῶντα Ἁβροκόμην2 ἢ λαθεῖν ἀποδρᾶσαν ἐντεῦθεν, περὶ τούτων ἂν ἐβουλευόμην· ἐπειδὴ δὲ ὁ μὲν τέθνηκε, φυγεῖν δὲ ἀδύνατον καὶ τὸν μέλλοντα ἀμήχανον ὑπομεῖναι γάμον (οὔτε γὰρ τὰς συνθήκας παραβήσομαι τὰς πρὸς Ἁβροκόμην οὔτε τοὺς ὅρκους ὑπερόψομαι), σὺ τοίνυν βοηθὸς ἡμῖν γενοῦ, φάρμακον εὑρών ποθεν, ὃ κακῶν με ἀπαλλάξει τὴν κακοδαίμονα.

于是她向他讲述了对阿布罗科墨斯的爱、对他立下的誓言以及关于贞洁的约定,并说道: “如果我活着还能夺回活着的阿布罗科墨斯,或者能瞒过众人从这里逃走,我本会筹划这些;但既然他已死去,逃跑已无可能,即将到来的婚礼也无法忍受(因为我既不会违反对阿布罗科墨斯的约定,也不会无视那些誓言),那么你就成为我们的帮手吧,从某处找来一味药,将我这个不幸之人从苦难中解救出来。

§3.5.8

Ἔσται δὲ ἀντὶ τούτων σοι πολλὰ μὲν καὶ παρὰ τῶν θεῶν, οἷς ἐπεύξομαι καὶ πρὸ τοῦ θανάτου πολλάκις ὑπὲρ σοῦ, αὐτὴ δέ σοι καὶ ἀργύριον δώσω καὶ τὴν παραπομπὴν ἐπισκευάσω. Δυνήσῃ δὲ πρὸ τοῦ πυθέσθαι τινὰ ἐπιβὰς νεὼς τὴν ἐπʼ Ἐφέσου πλεῖν·3 ἐκεῖ δὲ γενόμενος, ἀναζητήσας τοὺς γονεῖς Μεγαμήδη τε καὶ Εὐίππην ἄγγελλε αὐτοῖς τὴν ἐμὴν τελευτὴν καὶ πάντα τὰ κατὰ τὴν ἀποδημίαν, καὶ ὅτι Ἁβροκόμης ἀπόλωλε λέγε.

作为对此的回报,神明会赐予你诸多恩惠,在临死之前我也会多次为你向他们祈求,我自己也会给你银钱,为你备妥护送之资。在任何人察觉之前,你就可以登船扬帆开往以弗所;到达那里后,寻访我的父母梅加墨得斯和欧伊珀,向他们通报我的死讯以及漂泊异乡的全部遭遇,并告诉他们阿布罗科墨斯已经丧命。”

§3.5.9

Εἰποῦσα τῶν ποδῶν αὐτοῦ προυκυλίετο καὶ ἐδεῖτο μηδὲν ἀντειπεῖν αὐτῇ δοῦναί τε τὸ φάρμακον. Καὶ προκομίσασα εἴκοσι μνᾶς ἀργυρίου περιδέραιά τε αὑτῆς (ἦν δὲ αὐτῇ πάντα ἄφθονα, πάντων γὰρ ἐξουσίαν εἶχε τῶν Περιλάου) δίδωσι τῷ Εὐδόξῳ. Ὁ δὲ βουλευσάμενος πολλὰ καὶ τὴν κόρην οἰκτείρας τῆς συμφορᾶς καὶ τῆς εἰς Ἔφεσον ἐπιθυμῶν ὁδοῦ καὶ τοῦ ἀργυρίου καὶ τῶν δώρων ἡττώμενος ὑπισχνεῖται δώσειν τὸ φάρμακον, καὶ ἀπῄει κομιῶν.

说完,她匍匐在他脚下,求他绝不要拒绝自己,把药给她。她拿出二十迈纳银子和自己的项链(她拥有一切且十分丰足,因为她有权支配佩里拉奥斯的所有财物),递给欧多克索斯。他反复思量,既怜悯少女的悲惨遭遇,又渴望踏上前往以弗所的归途,更被银钱和礼物所打动,便答应给她药,随后动身去取。

§3.5.10

Ἡ δὲ ἐν τούτῳ πολλὰ μὲν καταθρηνεῖ, τήν τε ἡλικίαν κατοδυρομένη τὴν ἑαυτῆς καὶ ὅτι μέλλοι πρὸ ὥρας ἀποθανεῖσθαι λυπουμένη, πολλὰ δὲ Ἁβροκόμην ὡς παρόντα ἀνεκάλει.

与此同时,她悲伤地痛哭流涕,痛惜自己的青春韶华,为自己命定夭折而悲痛,并反复呼唤阿布罗科墨斯的名字,仿佛他就在眼前。

§3.5.11

Ἐν τούτῳ ὀλίγον διαλιπὼν ὁ Εὔδοξος ἔρχεται κομίζων θανάσιμον μὲν οὐχὶ φάρμακον, ὑπνωτικὸν δέ, ὡς μήτε τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι.4 Λαβοῦσα δὲ ἡ Ἄνθεια καὶ πολλὴν γνοῦσα χάριν αὐτὸν ἀποπέμπει. Καὶ ὁ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, ἡ δὲ καιρὸν ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.

片刻之后,欧多克索斯回来了,带来的并非致死之毒,而是一种催眠药,以使少女不受任何伤害,而他自己也能获得路费平安归乡。安忒亚接过药,向他深表感谢,随后打发他上路。 他随即登船出海,而她则在寻找合适的时机服药。

语法注4 条
  1. 3.5.2ἥτις οὐχὶ τοῖς ἴσοις Ἁβροκόμην ἀμείβομαι

    关系代名词 ἥτις 与第一人称先行词(ἐγώ)保持性数一致,在此引导表示原因或让步色彩的关系从句(“我竟没有……”)。τοῖς ἴσοις 为中性复数与格,与动词 ἀμείβομαι(报答、回报)搭配,表示“以对等的代价回报”。

  2. 3.5.7εἰ μὲν ἦν ζῶσαν ἔφη με ἀπολαβεῖν ζῶντα Ἁβροκόμην

    ἦν 在此作无人称用法,意为“可能/可以”(相当于 ἐξῆν),以带不定式的宾格结构(ζῶσαν ... με ἀπολαβεῖν ζῶντα Ἁβροκόμην)为真实主语。它与主句中的 ἂν ἐβουλευόμην 搭配,构成了与现在事实相反的虚拟条件句(反事实条件句)。

  3. 3.5.8τὴν ἐπʼ Ἐφέσου πλεῖν

    阴性冠词 τὴν 带有被省略的名词(通常为 ὁδόν“航线、道路”),作为副词性或同源宾格修饰动词 πλεῖν,意为“行驶前往以弗所的航路”。

  4. 3.5.11ὡς μήτε τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι

    连词 ὡς 搭配不定式(παθεῖν 与 ἀνασωθῆναι)引导目的从句(“为了使……”),这是希腊化及帝国时代散文中的常见结构。宾格 τὴν κόρην 和 αὐτόν 分别充当相应不定式的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.5.1-3.5.11