- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.4.1-3.4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在遭遇海难后流落大数的以弗所老医生欧多克索斯拜访佩里拉奥斯,被引见给同乡安忒亚,两人建立了往来。
Ἐν δὲ τῷ χρόνῳ ὃν ἡ Ἄνθεια ληφθεῖσα ἐκ τοῦ λῃστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν1 πρεσβύτης Ἐφέσιος ἰατρὸς τὴν τέχνην, Εὔδοξος τοὔνομα· ἧκε δὲ ναυαγίᾳ περιπεσὼν εἰς Αἴγυπτον πλέων.
在安忒亚从强盗巢穴中被带出并来到大数的那段时间里,有一位以弗所的老人,职业是个医生,名叫欧多克索斯;他是在航往埃及时遭遇海难而流落至此的。
Οὗτος ὁ Εὔδοξος περιῄει μὲν καὶ τοὺς ἄλλους ἄνδρας, ὅσοι Ταρσέων εὐδοκιμώτατοι, οὓς μὲν ἐσθῆτας, οὓς δὲ ἀργύριον αἰτῶν,2 διηγούμενος ἑκάστῳ τὴν συμφοράν, προσῆλθε δὲ καὶ τῷ Περιλάῳ καὶ εἶπεν ὅτι Ἐφέσιος καὶ ἰατρὸς τὴν τέχνην.
这位欧多克索斯在大数人中其他那些声望极高的人士之间四处奔走,向一些人求取衣物,向另一些人求取钱财,向每个人诉说自己的灾厄;他也来到了佩里拉奥斯面前,说明自己是个以弗所人,职业是个医生。
Ὁ δὲ αὐτὸν λαβὼν ἄγει πρὸς τὴν Ἄνθειαν, ἡσθήσεσθαι νομίζων ἀνδρὶ ὀφθέντι Ἐφεσίῳ. Ἡ δὲ ἐφιλοφρονεῖτό τε τὸν Εὔδοξον καὶ ἀνεπυνθάνετο εἴ τι περὶ τῶν αὑτῆς λέγειν ἔχοι· ὁ δὲ ὅτι οὐδὲν ἐπίσταιτο3 μακρᾶς αὐτῷ τῆς ἀποδημίας τῆς ἀπὸ Ἐφέσου γεγενημένης· ἀλλʼ οὐδὲν ἧττον ἔχαιρεν αὐτῷ ἡ Ἄνθεια, ἀναμιμνησκομένη τῶν οἴκοι.
佩里拉奥斯便带上他,领他去见安忒亚,以为她见到一位以弗所同乡必定会十分欢喜。安忒亚亲切地招待了欧多克索斯,并向他打听是否能说出关于她家人的任何消息;他则回答说,由于离开以弗所漂泊日久,自己一无所知。然而安忒亚因想起家乡的情形,依然对他感到欣喜。
Καὶ δὴ συνήθης τε ἐγεγόνει τοῖς κατὰ τὴν οἰκίαν καὶ εἰσῄει παρʼ ἕκαστα πρὸς τὴν Ἄνθειαν, πάντων ἀπολαύων τῶν ἐπιτηδείων, ἀεὶ δεόμενος αὐτῆς εἰς Ἔφεσον παραπεμφθῆναι· καὶ γὰρ καὶ παῖδες ἦσαν αὐτῷ καὶ γυνή.
于是他与佩里拉奥斯家中的人熟络起来,频频前去探望安忒亚,享受着一切生活所需,并不断恳求她能将自己护送回以弗所;因为他有儿女,也有妻子。
- 3.4.1Ἐν δὲ τῷ χρόνῳ ὃν ἡ Ἄνθεια ληφθεῖσα ἐκ τοῦ λῃστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν
关系代词 ὃν 以 τῷ χρόνῳ 为先行词,充当表示时间跨度的状语性宾格(“在安忒亚……来到大数的那段时间里”)。主句的核心动词由后文的 ἧκε 承接。
- 3.4.2οὓς μὲν ἐσθῆτας, οὓς δὲ ἀργύριον αἰτῶν
动词 αἰτέω 要求双宾格(表示被请求的人和被请求的物)。此处 οὓς μὲν 与 οὓς δὲ 作为表示人的宾格,与先行词 τοὺς ἄλλους ἄνδρας 构成部分同位语,而 ἐσθῆτας 和 ἀργύριον 则各自担任被请求物的第二宾格。
- 3.4.3ὁ δὲ ὅτι οὐδὲν ἐπίσταιτο
在 ὁ δὲ 之后省略了表示述说的核心动词(如 ἔλεγεν)。由连词 ὅτι 引导的名词从句由于承接过去语境,动词采用了间接引语希求式 ἐπίσταιτο。
