- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.3.1-3.3.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
听完哈布罗科墨斯的遭遇后,希波托奥斯提及曾有一名险被献祭的异乡少女,哈布罗科墨斯断定那就是安忒亚并决意搜寻。与此同时,安忒亚所延缓的三十日期限已满,佩里拉奥斯开始大张旗鼓地筹备婚礼。
Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα1 καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον καὶ τὴν μέχρι Κιλικίας ὁδόν.
哈布罗科墨斯讲出他是以弗所人,讲出他爱上了一位少女,讲出他娶了她为妻,并述说了神谕、远行、海盗、阿普绪耳托斯、曼托、羁押、逃跑、牧羊人,以及直到基利家的旅途。
Ἔτι λέγοντος αὐτοῦ συνανεθρήνησεν ὁ Ἱππόθοος λέγων ὦ πατέρες ἐμοί, ὦ πατρίς, ἣν οὔποτε ὄψομαι, ὦ πάντων μοι Ὑπεράνθη φίλτατε· σὺ μὲν οὖν, Ἁβροκόμη, καὶ ὄψει τὴν ἐρωμένην καὶ ἀπολήψει χρόνῳ ποτέ· ἐγὼ δὲ Ὑπεράνθην ἰδεῖν οὐκέτι δυνήσομαι.
当他还在讲述时,希波托奥斯也一同哀恸起来,说道: “啊,我的列祖,啊,我永不能再见到的祖国,啊,对我而言万分珍贵的许珀兰忒斯!哈布罗科墨斯,你迟早还能见到你的爱人,并在日后将她找回;但我却再也无法见到许珀兰忒斯了。”
Λέγων ἐδείκνυέ τε τὴν κόμην καὶ ἐπεδάκρυεν αὐτῇ. Ὡς δὲ ἱκανῶς ἐθρήνησαν ἀμφότεροι, ἀποβλέψας εἰς τὸν Ἁβροκόμην ὁ Ἱππόθοος ἄλλο ἔφη σοὶ διήγημα παρῆλθον οὐκ εἰπών·2
说着,他展示出一缕头发并对着它落泪。当两人痛哭已足,希波托奥斯注视着哈布罗科墨斯说: “我漏掉了另一件事,还没向你提起。
πρὸ ὀλίγου τοῦ τὸ λῃστήριον ἁλῶναι ἐπέστη τῷ ἄντρῳ κόρη καλὴ πλανωμένη, τὴν ἡλικίαν ἔχουσα τὴν αὐτὴν σοί, καὶ πατρίδα ἔλεγε τὴν σήν· πλέον γὰρ οὐδὲν ἔμαθον· ταύτην ἔδοξε τῷ Ἄρει θῦσαι. Καὶ δὴ πάντα ἦν παρεσκευασμένα καὶ ἐπέστησαν οἱ διώκοντες· κἀγὼ μὲν ἐξέφυγον, ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο.3
就在强盗团伙被擒获前不久,有一位流浪的美貌少女来到了洞穴前,年龄与你相仿,并且她说自己的家乡与你的一样;此外我就一无所知了。我们决意将她献祭给阿瑞斯。一切准备就绪之时,追兵突然杀到;我逃脱了,但她后来怎样我却不得而知。
Ἦν δὲ καλὴ πάνυ, Ἁβροκόμη, καὶ ἐσταλμένη λιτῶς· κόμη ξανθή, χαρίεντες ὀφθαλμοί. Ἔτι λέγοντος αὐτοῦ ἀνεβόησεν Ἁβροκόμης τὴν ἐμὴν Ἄνθειαν ἑώρακας, Ἱππόθοε· ποῖ δὲ ἄρα καὶ πέφευγε; τίς δὲ αὐτὴν ἔχει γῆ; Ἐπὶ Κιλικίαν τραπώμεθα, ἐκείνην ζητήσωμεν, οὐκ ἔστι πόρρω τοῦ λῃστηρίου.
她极其美丽,哈布罗科墨斯,装束虽然素朴,却有一头金发和一双迷人的眼睛。” 他话音未落,哈布罗科墨斯便高呼道: “你见到的正是我那安忒亚啊,希波托奥斯!她究竟逃往何方了?哪片土地留住了她?让我们转向基利家,去寻找她吧,她绝离那强盗巢穴不远!
Ναί, πρὸς αὐτῆς σε ψυχῆς Ὑπεράνθους,4 μή με ἑκὼν ἀδικήσῃς, ἀλλʼ ἴωμεν ὅπου δυνησόμεθα Ἄνθειαν εὑρεῖν. Ὑπισχνεῖται ὁ Ἱππόθοος πάντα ποιήσειν, ἔλεγε δὲ ἀνθρώπους δεῖν ὀλίγους συλλέξασθαι πρὸς ἀσφάλειαν τῆς ὁδοῦ.
是的,凭着许珀兰忒斯的灵魂本身,请不要故意亏待我,让我们去往能够寻找到安忒亚的地方吧。” 希波托奥斯答应照办一切,但他提出必须召集少数几个人,以保证路途上的安全。
Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν, ἐννοοῦντες ὅπως ὀπίσω τὴν εἰς Κιλικίαν ἐλεύσονται· τῇ δὲ Ἀνθείᾳ αἱ τριάκοντα παρεληλύθεσαν ἡμέραι καὶ παρεσκευάζετο τῷ Περιλάῳ τὰ περὶ τὸν γάμον, καὶ ἱερεῖα κατήγετο ἐκ τῶν χωρίων, πολλὴ δὲ ἡ τῶν ἄλλων ἀφθονία· συμπαρῆσαν δὲ αὐτῷ οἵ τε οἰκεῖοι καὶ συγγενεῖς· πολλοὶ δὲ καὶ τῶν πολιτῶν συνεώρταζον τὸν Ἀνθείας γάμον.
正当他们忙于这些事,商议如何折返基利家时,安忒亚所求的三十天期限已经过去,佩里拉奥斯正在筹备婚礼之事;祭牲从各个庄园运送而来,其他各项物资也极其丰盛;他的家人和亲族都陪伴在他身边,许多市民也聚集在一起共庆安忒亚的婚礼。
- 3.3.1ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα
此处将引导间接引语的 ὅτι 名词性从句(如 ὅτι Ἐφέσιος 中省略了系动词)与直接作动词 λέγει 宾语的几个宾格名词短语(如 τὰ μαντεύματα)用 καί 并列在一起,是用以迅速概述前文已知情节的压缩式叙述手法。
- 3.3.3ἄλλο σοὶ διήγημα παρῆλθον οὐκ εἰπών
宾语 ἄλλο διήγημα 发生了隔置(hyperbaton)。否定词 οὐκ 直接修饰分词 εἰπών,构成“未曾讲出便忽略了”的意义。
- 3.3.4ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο
句首的主格 ἡ δέ 与前句的 κἀγὼ μέν 相对照,但在句法上并未作主句的主语,而是被随后 οὐκ οἶδα 所支配的间接疑问从句 ὅ τι ἐγένετο 吸收为其主语,形成了兼具先取(prolepsis)特征的破格句(anacoluthon)。
- 3.3.6πρὸς αὐτῆς σε ψυχῆς Ὑπεράνθους
这是由 πρός 搭配属格构成的恳请/发誓句型的传统语序:表示被恳求者的宾格代词 σε 被插置在介词短语内部(αὐτῆς 与 ψυχῆς 之间)。
