← 艾菲索斯的色诺芬

艾菲索斯故事

§3.2.1-3.2.15

希波托奥斯讲述与许珀兰忒斯的悲恋

希波托奥斯向哈布罗科墨斯讲述了他过去与美少年许珀兰忒斯的悲惨恋情、杀死情敌与逃亡、因海难导致少年溺亡,以及自己最终沦为强盗的经过,并请哈布罗科墨斯讲出自己的身世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

Ἐγὼ ἔφη εἰμὶ τὸ γένος πόλεως Περίνθου (πλησίον δὲ τῆς Θρᾴκης ἡ πόλις) τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων· ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα.1

“我,”他说,“出生于珀林托斯城——这城靠近色雷斯——属于当地最有权势的家族;你一定也听说过珀林托斯如何享有盛名,那里的男人们又是何等富有。

§3.2.2

Νέος ὢν ἠράσθην μειρακίου καλοῦ· ἦν δὲ τὸ μειράκιον τῶν ἐπιχωρίων· ὄνομα Ὑπεράνθης ἦν αὐτῷ. Ἠράσθην δὲ τὰ πρῶτα ἐν γυμνασίοις διαπαλαίοντα ἰδὼν καὶ οὐκ ἐκαρτέρησα.

我年轻的时候,爱上了一位俊美的少年;那少年是本地人,名叫许珀兰忒斯。我起初是在体育馆里看到他角力时爱上他的,我无法克制自己。

§3.2.3

Ἑορτῆς οὖν ἀγομένης ἐπιχωρίου καὶ παννυχίδος ἐπʼ αὐτῆς πρόσειμι τῷ Ὑπεράνθῃ καὶ ἱκετεύω κατοικτεῖραι· ἀκοῦσαν δὲ τὸ μειράκιον πάντα ὑπισχνεῖται κατελεῆσάν με.

因此,当当地举行节日庆典并且彻夜狂欢时,我走近许珀兰忒斯,恳求他怜悯我;少年听后同情于我,答应了我的一切请求。

§3.2.4

Καὶ τὰ πρῶτά γε τοῦ ἔρωτος ὁδοποιεῖ φιλήματα καὶ ψαύσματα καὶ πολλὰ παρʼ ἐμοῦ δάκρυα· τέλος δὲ ἠδυνήθημεν καιροῦ λαβόμενοι γενέσθαι μετʼ ἀλλήλων μόνοι καὶ τὸ τῆς ἡλικίας ἀνύποπτον ἦν. Καὶ χρόνῳ συνῆμεν πολλῷ, στέργοντες ἀλλήλους διαφερόντως, ἕως δαίμων τις ἡμῖν ἐνεμέσησε.

亲吻、抚摸以及我流下的许多眼泪,为我们的爱情铺平了最初的道路;最后,我们抓住了机会,得以单独相处,而我们的年纪也没有引起怀疑。我们在很长一段时间里在一起,彼此格外相爱,直到某位神明嫉妒了我们。

§3.2.5

Καὶ ἔρχεταί τις ἀπὸ Βυζαντίου (πλησίον δὲ τὸ Βυζάντιον τῇ Περίνθῳ) ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, ἐπὶ πλούτῳ καὶ περιουσίᾳ μέγα φρονῶν· Ἀριστόμαχος ἐκαλεῖτο.

这时,从拜占庭——拜占庭离珀林托斯很近——来了一个在当地最有权势的人物,极以自己的财富和资产为傲;他名叫阿里斯托马科斯。

§3.2.6

Οὗτος εὐθὺς ἐπιβὰς τῇ Περίνθῳ, ὡς ὑπό τινος ἀπεσταλμένος κατʼ ἐμοῦ θεοῦ, ὁρᾷ τὸν Ὑπεράνθην σὺν ἐμοὶ καὶ εὐθέως ἁλίσκεται, τοῦ μειρακίου θαυμάσας τὸ κάλλος, πάντα ὁντινοῦν ἐπάγεσθαι δυνάμενον.

这人刚一踏上珀林托斯,就如同被某位神明派来对付我一样,看到了许珀兰忒斯与我在一起,立刻就被迷住了,他惊叹于少年的美貌,那美貌足以吸引任何人。

§3.2.7

Ἐρασθεὶς δὲ οὐκέτι μετρίως κατεῖχε τὸν ἔρωτα, ἀλλὰ τὰ μὲν πρῶτα τῷ μειρακίῳ προσέπεμπεν· ὡς δʼ ἀδύνατον ἦν αὐτῷ (ὁ γὰρ Ὑπεράνθης διὰ τὴν πρὸς ἐμὲ εὔνοιαν οὐδένα προσίετο), πείθει τὸν πατέρα αὐτοῦ, πονηρὸν ἄνδρα καὶ ἐλάττονα χρημάτων·2

坠入爱河的他不再有节制地克制自己的情欲,起初派人去向少年传话;但当他发现这行不通时——因为许珀兰忒斯出于对我的情意不接受任何人——他便去游说他的父亲,那是一个贪财的恶人。

§3.2.8

ὁ δὲ αὐτῷ δίδωσι τὸν Ὑπεράνθην προφάσει διδασκαλίας· ἔλεγε γὰρ εἶναι λόγων τεχνίτης. Παραλαβὼν δὲ αὐτὸν τὰ μὲν πρῶτα κατάκλειστον εἶχε, μετὰ τοῦτο δὲ ἀπῆρεν ἐς Βυζάντιον.

父亲以教授学问为借口,将许珀兰忒斯交给了他;因为他自称是修辞大师。他带走少年后,起初将他禁闭起来,随后启程前往拜占庭。

§3.2.9

Εἱπόμην κἀγώ, πάντων καταφρονήσας τῶν ἐμαυτοῦ, καὶ ὅσα ἐδυνάμην συνήμην τῷ μειρακίῳ· ἐδυνάμην δὲ ὀλίγα, καί μοι φίλημα σπάνιον ἐγίνετο καὶ λαλιὰ δυσχερής· ἐφρουρούμην γὰρ ὑπὸ πολλῶν.

我也跟了去,抛弃了我自己的一切,尽我所能与少年待在一起;但我能做到的很少,很少能得到一个吻,甚至说话都很困难,因为有许多人监视着我。

§3.2.10

Τελευταῖον δ’ οὐκέτι καρτερῶν, ἐμαυτὸν παροξύνας ἐπάνειμι εἰς Πέρινθον καὶ πάντα ὅσα ἦν μοι κτήματα ἀποδόμενος, συλλέξας ἀργύριον εἰς Βυζάντιον ἔρχομαι καὶ λαβὼν ξιφίδιον (συνδοκοῦν τοῦτο καὶ τῷ Ὑπεράνθῃ) εἴσειμι νύκτωρ εἰς τὴν οἰκίαν τοῦ Ἀριστομάχου καὶ εὑρίσκω συγκατακείμενον τῷ παιδὶ καὶ ὀργῆς πλησθεὶς παίω τὸν Ἀριστόμαχον καιρίαν.3

最后我再也无法忍受,下定决心返回珀林托斯,卖掉了我所有的财产,筹集了钱财来到拜占庭;我拿了一把短剑——许珀兰忒斯也同意这样做——夜间潜入阿里斯托马科斯的宅邸,发现他正与少年同卧,我满腔怒火,击中了阿里斯托马科斯的要害。

§3.2.11

Ἡσυχίας δὲ οὔσης καὶ πάντων ἀναπαυομένων ἔξειμι ὡς εἶχον λαθών, ἐπαγόμενος καὶ τὸν Ὑπεράνθην, καὶ δι’ ὅλης τῆς νυκτὸς ὁδεύσας εἰς Πέρινθον, εὐθὺς νεὼς ἐπιβὰς οὐδενὸς εἰδότος ἔπλεον εἰς Ἀσίαν.

在四周寂静、众人都安息之时,我就那样趁人不备逃了出来,带上了许珀兰忒斯;我们整夜赶路来到珀林托斯,立刻登船,在无人知晓的情况下扬帆驶向亚细亚。

§3.2.12

Καὶ μέχρι μέν τινος διηνύετο εὐτυχῶς ὁ πλοῦς· τελευταῖον δὲ κατὰ Λέσβον ἡμῖν γενομένοις ἐμπίπτει πνεῦμα σφοδρὸν καὶ ἀνατρέπει τὴν ναῦν. Κἀγὼ μὲν τῷ Ὑπεράνθῃ συνενηχόμην ὑπιὼν αὐτὸν καὶ κουφοτέραν τὴν νῆξιν ἐποιούμην· νυκτὸς δὲ γενομένης οὐκέτι ἐνεγκὸν τὸ μειράκιον παρείθη τῷ κολύμβῳ καὶ ἀποθνήσκει.

在一段时间内,航行进行得很顺利;但最后当我们到达莱斯博斯岛附近时,狂风骤起,掀翻了船只。我与许珀兰忒斯一同游水,伏在他身下帮他减轻游泳的负担;但到了夜里,少年再也支撑不住,停止了游动,死去了。

§3.2.13

Ἐγὼ δὲ τοσοῦτον ἠδυνήθην τὸ σῶμα διασῶσαι ἐπὶ τὴν γῆν καὶ θάψαι· καὶ πολλὰ δακρύσας καὶ στενάξας, ἀφελὼν λείψανα καὶ δυνηθεὶς εὐπορῆσαί που ἑνὸς ἐπιτηδείου λίθου στήλην ἐπέστησα τῷ τάφῳ καὶ ἐπέγραψα εἰς μνήμην τοῦ δυστυχοῦς μειρακίου ἐπίγραμμα παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν πλασάμενος "Ἱππόθοος κλεινῷ τεῦξεν τόδε σῆμ’ Ὑπεράνθῃ, οὐ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτόν, ὅν ποτε δαίμων ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου."

我仅能将尸体救到岸上并加以安葬;我痛哭叹息,收起遗物,好不容易弄到了一块合适的石头,立在墓前作为石碑,并为纪念那不幸的少年刻下了我在那时当场作出的铭文: ‘希波托奥斯为显赫的许珀兰忒斯筑此墓标, 并非神圣公民死后归于大地下深处的 高贵之墓,而是为了那朵名花,昔日某位神明 在狂风大作的海面上将他掳走。’

§3.2.14

Τοὐντεῦθεν δὲ εἰς μὲν Πέρινθον ἐλθεῖν οὐ διέγνων, ἐτράπην δὲ δι’ Ἀσίας ἐπὶ Φρυγίαν τὴν μεγάλην καὶ Παμφυλίαν· κἀνταῦθα ἀπορίᾳ βίου καὶ ἀθυμίᾳ τῆς συμφορᾶς ἐπέδωκα ἐμαυτὸν λῃστηρίῳ. Καὶ τὰ μὲν πρῶτα ὑπηρέτης λῃστηρίου γενόμενος, τελευταῖον δὲ περὶ Κιλικίαν αὐτὸς συνεστησάμην λῃστήριον, εὐδοκιμῆσαν ἐπὶ πολύ, ἕως ἐλήφθησαν οἱ σὺν ἐμοὶ οὐ πρὸ πολλοῦ τοῦ σε ἰδεῖν.4

自此之后,我决定不再回珀林托斯,而是穿过亚细亚前往大弗里吉亚和潘菲利亚;在那里,因生计艰难和遭逢不幸的绝望,我委身于强盗行当。起初我是强盗团伙的仆从,后来在基利家一带自己组建了强盗团伙,长期声名显赫,直到在见到你之前不久,我的同伴们被抓获。

§3.2.15

Αὕτη μὲν ἡ τῶν ἐμῶν διηγημάτων τύχη· σὺ δέ, ὦ φίλτατε, εἰπέ μοι τὰ σεαυτοῦ· δῆλος γὰρ εἶ μεγάλῃ τινὶ ἀνάγκῃ τῇ κατὰ τὴν πλάνην χρώμενος.

这就是我自身经历的宿命;但你,我最亲爱的朋友,请把你的身世告诉我吧;因为显而易见,你在这漂泊之中正承受着某种巨大的命运逼迫。”

语法注4 条
  1. 3.2.1ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα.

    先取句式(prolepsis)。宾格名词 τὴν Πέρινθον 和 τοὺς ἄνδρας 作为主句动词 ἀκούεις 的宾语被前置,在逻辑上充当随后由 ὡς 引导的从属从句的主语(“你听说珀林托斯如何享有盛名,那里的男人们又是何等富有”)。

  2. 3.2.7ἐλάττονα χρημάτων

    比较级 ἐλάττων 与比较属格 χρημάτων 连用的习惯表达。字面意思为“次于金钱”,即“屈服于金钱”、“见钱眼开”或“贪财”。

  3. 3.2.10παίω τὸν Ἀριστόμαχον καιρίαν.

    双宾格结构的一种变体。除了表示人的直接宾语 τὸν Ἀριστόμαχον 之外,阴性单数宾格形容词 καιρίαν 省略了名词 πληγήν(打击),起到同族/副词性宾格的作用,意为“给阿里斯托马科斯致命的一击”。

  4. 3.2.14οὐ πρὸ πολλοῦ τοῦ σε ἰδεῖν.

    介词 πρὸ 支配属格冠词不定式 τοῦ ἰδεῖν(带宾格逻辑主语 σε),中间插入表示程度的属格 πολλοῦ,结构意为“在见到你之前不久”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.2.1-3.2.15