- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.1.1-3.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈布罗科墨斯与希波托奥斯休整后启程前往卡帕多细亚的马扎卡;在宴席上,希波托奥斯感伤落泪,应哈布罗科墨斯的请求开始讲述自己充满悲剧的过去。
Ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐπανελθόντες εἰς τὸ ἄντρον, εἴ τι αὐτοῖς ἔτι περιττὸν ἦν, αὑτοὺς καὶ τοὺς ἵππους ἀνελάμβανον· ἦν γὰρ καὶ τῷ Ἱπποθόῳ ἵππος ἐν τῇ ὕλῃ κρυπτόμενος· τῇ δὲ ἑξῆς παρῄεσαν μὲν Κιλικίαν, ἐποιοῦντο δὲ τὴν ὁδὸν ἐπὶ Μάζακον, πόλιν τῆς Καππαδοκίας μεγάλην καὶ καλήν.
那天他们回到洞穴,利用他们所剩的物资,休整了自己和马匹;因为希波托奥斯在树林里也藏有一匹马。次日,他们穿过基利家,前往卡帕多细亚一座宏大而美丽的城市马扎卡。
Ἐκεῖθεν γὰρ Ἱππόθοος ἐνενόει συλλεξάμενος νεανίσκους ἀκμάζοντας συστήσασθαι πάλιν τὸ λῃστήριον. Ἰοῦσι δὲ αὐτοῖς1 διὰ κωμῶν μεγάλων πάντων ἦν ἀφθονία τῶν ἐπιτηδείων· καὶ γὰρ ὁ Ἱππόθοος ἐμπείρως εἶχε τῆς Καππαδοκῶν φωνῆς, καὶ αὐτῷ πάντες ὡς οἰκείῳ προσεφέροντο.
因为希波托奥斯打算从那里召集壮年青年,重新组建强盗团伙。当他们穿行于大村庄时,一切生活必需品都很充裕;因为希波托奥斯通晓卡帕多细亚人的语言,大家都待他如自家人一般。
Διανύσαντες δὲ τὴν ὁδὸν ἡμέραις δέκα εἰς Μάζακον ἔρχονται κἀνταῦθα πλησίον τῶν πυλῶν εἰσῳκίσαντο καὶ ἔγνωσαν ἑαυτοὺς ἡμερῶν τινων ἐκ τοῦ καμάτου θεραπεῦσαι.2
他们用十天时间赶完了路程,抵达马扎卡,在城门附近安顿下来,决定休整几天以消除疲劳。
Καὶ δὴ εὐωχουμένων αὐτῶν ἐστέναξεν ὁ Ἱππόθοος καὶ ἐπεδάκρυσεν· ὁ δὲ Ἁβροκόμης ἤρετο αὐτὸν τίς ἡ αἰτία τῶν δακρύων. Καὶ ὃς3 μεγάλα ἔφη τἀμὰ διηγήματα καὶ πολλὴν ἔχοντα τραγῳδίαν.
正当他们欢宴之时,希波托奥斯叹息并流下眼泪;哈布罗科墨斯便问他流泪的原因是什么。希波托奥斯说:“我的故事沉重而充满悲剧。”
Ἐδεῖτο Ἁβροκόμης εἰπεῖν, ὑπισχνούμενος καὶ τὰ καθʼ αὑτὸν διηγήσεσθαι. Ὁ δʼ ἀναλαβὼν ἄνωθεν (μόνοι δʼ ἐτύγχανον ὄντες) διηγεῖται τὰ καθʼ αὑτόν.
哈布罗科墨斯恳求他讲出来,并许诺自己也会讲述自身的遭遇。于是希波托奥斯从头开始——当时恰巧只有他们两人——讲述了他自己的经历。
- 3.1.2Ἰοῦσι δὲ αὐτοῖς
与格分词 ἰοῦσι 及代词 αὐτοῖς 与 ἦν ἀφθονία 连用,作所属与格或关涉与格,同时包含时间背景意味:“在他们行进途中,他们拥有一切必需品的充裕供应”。
- 3.1.3ἔγνωσαν ἑαυτοὺς ἡμερῶν τινων ἐκ τοῦ καμάτου θεραπεῦσαι
动词 ἔγνωσαν 接不定式 θεραπεῦσαι,表示“决定/下定决心做某事”。反身代词 ἑαυτούς 是不定式的直接宾语,ἡμερῶν τινων 则是表示时间跨度的属格(“在几天之内/数日之间”)。
- 3.1.4Καὶ ὃς
指示代词作主语的习用表达(καὶ ὅς 相当于“而他”),标志着主语从前句的哈布罗科墨斯转换回希波托奥斯。
