← 艾菲索斯的色诺芬

艾菲索斯故事

§3.11.1-3.11.5

普萨米斯买下安忒亚与她的脱身之计

安忒亚被强盗卖给商人后,在亚历山大里亚被印度统治者普萨米斯买下,但她巧妙地托辞自己已被献给伊西斯女神,从而免遭其强暴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11.1

Οἱ δὲ λῃσταὶ τὴν Ἄνθειαν εἰς Ἀλεξάνδρειαν παρέδωκαν ἐμπόροις πολὺ λαβόντες ἀργύριον· οἱ δὲ ἔτρεφόν τε αὐτὴν πολυτελῶς καὶ τὸ σῶμα ἐθεράπευον, ζητοῦντες ἀεὶ τὸν ὠνησόμενον κατʼ ἀξίαν.

与此同时,强盗们在亚历山大里亚将安忒亚转手卖给了商人们,得到了大笔钱财;而商人们则用优厚的待遇供养她,悉心照料她的身体,时刻寻找愿意按其身价购买的买主。

§3.11.2

Ἔρχεται δή τις εἰς Ἀλεξάνδρειαν ἐκ τῆς Ἰνδικῆς τῶν ἐκεῖ βασιλέων1 κατὰ θέαν τῆς πόλεως καὶ κατὰ χρείαν ἐμπορίας, Ψάμμις τοὔνομα.

这时,印度的当地统治者之一、名叫普萨米斯的人,为了游览该城并办理商务,来到了亚历山大里亚。

§3.11.3

Οὗτος ὁ Ψάμμις ὁρᾷ τὴν Ἄνθειαν παρὰ τοῖς ἐμπόροις καὶ ἰδὼν ἁλίσκεται καὶ ἀργύριον δίδωσι τοῖς ἐμπόροις πολὺ καὶ λαμβάνει θεράπαιναν αὐτήν.

这位普萨米斯在商人那里看见了安忒亚,一见之下便为之倾倒,付给商人们大笔银钱,将她买下作为女仆。

§3.11.4

Ὠνησάμενος δὲ ἄνθρωπος βάρβαρος εὐθὺς ἐπιχειρεῖ βιάζεσθαι καὶ χρῆσθαι πρὸς συνουσίαν· οὐ θέλουσα δὲ τὰ μὲν πρῶτα ἀντέλεγε, τελευταῖον δὲ σκήπτεται πρὸς τὸν Ψάμμιν (δεισιδαίμονες δὲ φύσει βάρβαροι) ὅτι αὐτὴν ὁ πατὴρ γεννωμένην ἀναθείῃ2 τῇ Ἴσιδι μέχρι ὥρας γάμων καὶ ἔλεγεν ἔτι τὸν χρόνον ἐνιαυτῷ3 τίθεσθαι.

买下她之后,这个异邦蛮人立刻试图强迫她,占有她行房;但她坚决不从,起初极力抗拒,最后向普萨米斯托辞称(蛮人生性迷信),说自己出生时父亲就把她奉献给了伊西斯女神,直到出嫁的年龄为止,并且她还宣称该期限还定有一年。

§3.11.5

Ἢν οὖν φησὶν ἐξυβρίσῃς εἰς τὴν ἱερὰν τῆς θεοῦ, μηνίσει μὲν ἐκείνη, χαλεπὴ δὲ ἡ τιμωρία. Πείθεται Ψάμμις καὶ τὴν θεὸν προσεκύνει καὶ Ἀνθείας ἀπέχεται· ἡ δὲ ἔτι παρὰ Ψάμμιδι ἦν φρουρουμένη, ἱερὰ τῆς Ἴσιδος νομιζομένη.

“因此,假若 她说, 你冒犯了属于女神的圣洁女子,女神必将发怒,其惩罚将是极其可怕的。” 普萨米斯信以为真,叩拜了女神,不再接近安忒亚;而安忒亚依然留在普萨米斯处受到守护,被视为属于伊西斯的圣女。

语法注3 条
  1. 3.11.2τῶν ἐκεῖ βασιλέων

    限定前文不定代词 τις(“某人”)的部分属格,意为“那里的诸王(统治者)之一”。

  2. 3.11.4ἀναθείῃ

    在 ὅτι 引导的间接引语从句中使用的斜格祈愿语气(optativus obliquus),由主句动词 σκήπτεται 用作历史现在时所触发。

  3. 3.11.4ἐνιαυτῷ

    表示时间幅度或度量的与格,与 τίθεσθαι 连用,表示“被设定为一年的期限”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:3.11.1-3.11.5