- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.9.1-2.9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
抵达安条克后,曼托将琉孔和罗德卖往远方,并将安特亚交给粗鄙的牧羊人兰蓬为妻以行惩罚;但兰蓬听闻安特亚的身世后心生怜悯,起誓保全她的清白。
Ὁ μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατεκέκλειστο, ἡ δὲ Ἄνθεια εἰς Συρίαν ἤγετο καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη. Ὡς δὲ ἧκον οἱ περὶ τὴν Μαντὼ εἰς Ἀντιόχειαν (ἐκεῖθεν γὰρ ἦν Μοῖρις), ἐμνησικάκει μὲν Ῥόδην, ἐμίσει δὲ καὶ τὴν Ἄνθειαν.
于是,他被关押在牢房中,而安特亚、琉孔和罗德则被押往叙利亚。当曼托一行人抵达安条克时(因为莫伊里斯本就是那里的人),她对罗德怀恨在心,同时也憎恨安特亚。
Καὶ δὴ τὴν μὲν Ῥόδην εὐθὺς μετὰ τοῦ Λεύκωνος κελεύει ἐμβιβάσαντάς τινας1 πλοίῳ ὡς πορρωτάτω τῆς Σύρων ἀποδόσθαι γῆς, τὴν δὲ Ἄνθειαν οἰκέτῃ συνουσιάζειν ἐνενόει καὶ ταῦτα τῶν ἀτιμοτάτων,2 αἰπόλῳ τινὶ ἀγροίκῳ, ἡγουμένη διὰ τούτου τιμωρήσεσθαι αὐτήν.
于是,她立即命人将罗德与琉孔一同送上一艘船,卖到距离叙利亚之地尽可能远的地方去;至于安特亚,她则打算让她与一个奴仆同居,而且还是其中最卑微的一个,即一个粗野的牧山羊人,以为借此便能惩处她。
Μεταπέμπεται δὲ τὸν αἰπόλον, Λάμπωνα τοὔνομα, καὶ παραδίδωσι τὴν Ἄνθειαν καὶ κελεύει γυναῖκα ἔχειν, καὶ ἐὰν ἀπειθῇ προσέταξε βιάζεσθαι.
她召来那个名叫兰蓬的牧羊人,将安特亚交给他,命令他娶她为妻,并吩咐他若是她不从便强行用暴。
Καὶ ἡ μὲν ἤγετο ἐπʼ ἀγρὸν συνεσομένη τῷ αἰπόλῳ· γενομένη δὲ ἐν τῷ χωρίῳ ἔνθα ὁ Λάμπων ἔνεμε τὰς αἶγας, προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει κατοικτεῖραι καὶ τηρῆσαι· διηγεῖται δὲ ἥτις ἦν, τὴν προτέραν εὐγένειαν, τὸν ἄνδρα, τὴν αἰχμαλωσίαν· ἀκούσας δὲ ὁ Λάμπων οἰκτείρει τὴν κόρην καὶ ὄμνυσιν ἦ μὴν φυλάξειν3 ἀμόλυντον, καὶ θαρρεῖν παρεκελεύετο.
于是安特亚被带往乡下与那牧羊人共同生活;但一到了兰蓬放牧山羊的地方,她便扑倒在他膝前,央求他怜悯并保全自己。她向他讲述了自己是谁、往昔的高贵出身、她的丈夫以及被俘的经过。兰蓬听后怜悯这少女,发誓必定保全她的贞洁不受玷污,并鼓励她安心振作。
- 2.9.2ἐμβιβάσαντάς τινας
不定代词宾格 τινας 作动词 κελεύει 所支配的不定式 ἀποδόσθαι 的逻辑主语,过去分词宾格 ἐμβιβάσαντας 与其在性、数、格上保持一致。
- 2.9.2καὶ ταῦτα τῶν ἀτιμοτάτων
习语 καὶ ταῦτα(“而且是”、“尤其是”)后接部分属格 τῶν ἀτιμοτάτων(“最卑微者之中的一个”),对前文的 οἰκέτῃ 起强调修饰作用。
- 2.9.4ἦ μὴν φυλάξειν
誓言中的固定小品词短语 ἦ μήν(“确信”、“必定”)后接未来不定式 φυλάξειν,充当发誓动词 ὄμνυσιν 的宾语补足结构。
