← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.8.1-2.8.2

哈布罗科墨斯的哀叹与化马之梦

安特亚离去后,哈布罗科墨斯痛切地哀叹自身命运;随后他梦见父亲释放自己,并梦到自己化为马追逐母马且重化人形,因而重获一线希望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.1

Τέλος δὲ ἡ μὲν ἐξῄει τοῦ δεσμωτηρίου, ὁ δὲ ὡς εἶχεν1 ἑαυτὸν ἐπὶ γῆς ῥίψας ἔστενεν, ἔκλαεν ὦ πάτερ λέγων φίλτατε, ὦ μῆτερ Θεμιστώ· ποῦ μὲν ἡ ἐν Ἐφέσῳ δοκοῦσά ποτʼ εὐδαιμονία; ποῦ δʼ οἱ λαμπροὶ καὶ οἱ περίβλεπτοι Ἄνθεια καὶ Ἁβροκόμης, οἱ καλοί; ἡ μὲν οἴχεται πόρρω ποι τῆς γῆς αἰχμάλωτος, ἐγὼ δὲ καὶ τὸ μόνον ἀφῄρημαι παραμύθιον,2 καὶ τεθνήξομαι ὁ δυστυχὴς ἐν δεσμωτηρίῳ μόνος.

最终,她走出了牢房;而他则不顾一切地扑倒在地,呻吟痛哭着说道: “最亲爱的父亲,母亲忒弥斯托!昔日在以弗所被认为存在的幸福如今何在?光彩夺目、为人瞩目而容貌俊美的安特亚与哈布罗科墨斯如今又何在?她作为俘虏漂泊至大地的远方,而我连这唯一的慰藉也被剥夺,我这不幸的人将独自死在牢狱之中。”

§2.8.2

Ταῦτα λέγοντα αὐτὸν ὕπνος καταλαμβάνει, καὶ αὐτῷ ὄναρ ἐφίσταται. Ἔδοξεν ἰδεῖν αὐτοῦ τὸν πατέρα Λυκομήδην ἐν ἐσθῆτι μελαίνῃ πλανώμενον κατὰ πᾶσαν γῆν καὶ θάλατταν, ἐπιστάντα δὲ τῷ δεσμωτηρίῳ λῦσαί τʼ αὐτὸν καὶ ἀφιέναι ἐκ τοῦ οἰκήματος· αὐτὸν δʼ ἵππον γενόμενον ἐπὶ πολλὴν φέρεσθαι γῆν διώκοντα ἵππον ἄλλην θήλειαν, καὶ τέλος εὑρεῖν τὴν ἵππον καὶ ἄνθρωπον γενέσθαι.3 Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, ἀνέθορέ τε καὶ μικρὰ εὔελπις ἦν.

正当他说着这些话时,睡意袭来,一个梦境呈现在他眼前。他恍惚看见自己的父亲吕科墨得斯身着黑衣,游历遍所有的陆地与海洋,随后伫立在牢房前解开他的镣铐,将他放出这间牢房;而他自己化作一匹骏马,在辽阔的大地上奔腾,追赶着另一匹马——一匹母马,最终找到了那匹母马,重新变回了人形。在似乎看见了这些景象之后,他猛然跃起,心中重燃起些许希望。

语法注3 条
  1. 2.8.1ὡς εἶχεν

    副词 ὡς 与 ἔχω 的未完成过去时构成的习语,意为“照原样”、“不顾一切地”。修饰紧随其后的 ἑαυτὸν ἐπὶ γῆς ῥίψας(将自己扑倒在地),生动表现了他在安特亚离去后因绝望而骤然瘫倒于地的急切与悲痛之状。

  2. 2.8.1τὸ μόνον ἀφῄρημαι παραμύθιον

    双宾格动词 ἀφαιρέω(从某人处夺走某物)的完成时被动态(ἀφῄρημαι)结构。在主动句中作被剥夺者的“我”成为被动态的主语(第一人称单数),而被剥夺的事物(τὸ μόνον ... παραμύθιον)则作为保留宾格(accusative of retention)继续保留宾格形式。

  3. 2.8.2Ἔδοξεν ἰδεῖν αὐτοῦ τὸν πατέρα Λυκομήδην ἐν ἐσθῆτι μελαίνῃ πλανώμενον κατὰ πᾶσαν γῆν καὶ θάλατταν, ἐπιστάντα δὲ τῷ δεσμωτηρίῳ λῦσαί τʼ αὐτὸν καὶ ἀφιέναι ἐκ τοῦ οἰκήματος· αὐτὸν δʼ ἵππον γενόμενον ἐπὶ πολλὴν φέρεσθαι γῆν διώκοντα ἵππον ἄλλην θήλειαν, καὶ τέλος εὑρεῖν τὴν ἵππον καὶ ἄνθρωπον γενέσθαι.

    以哈布罗科墨斯为主语的人称动词 ἔδοξεν(“似乎/梦见”)后接不定式 ἰδεῖν(“看见”),进而统辖一系列表达梦境内容的宾格不定式长句。前半段中,父亲吕科墨得斯为宾格主语(τὸν πατέρα Λυκομήδην),与分词 πλανώμενον、ἐπιστάντα 以及不定式 λῦσαι、ἀφιέναι 搭配,其中的代词 αὐτὸν 为直接宾语(指解开哈布罗科墨斯);后半段(αὐτὸν δʼ ἵππον γενόμενον ... φέρεσθαι)主语发生转换,αὐτὸν 转为宾格主语指代哈布罗科墨斯本人,充当不定式 φέρεσθαι、εὑρεῖν 与 γενέσθαι 的动作主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.8.1-2.8.2