← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.10.1-2.10.4

哈布罗科墨斯获释与琉孔被转卖

阿普叙托斯通过信件查明哈布罗科墨斯的清白并释放重用了他,但哈布罗科墨斯仍深切思念安特亚;与此同时,琉孔与罗德在吕基亚被一位慈祥的无嗣老人买下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.1

Καὶ ἡ μὲν παρὰ τῷ αἰπόλῳ ἦν ἐν τῷ χωρίῳ πάντα χρόνον Ἁβροκόμην θρηνοῦσα· ὁ δὲ Ἄψυρτος ἐρευνώμενος τὸ οἰκημάτιον ἔνθα ὁ Ἁβροκόμης πρὸ τῆς κολάσεως διῆγεν, ἐπιτυγχάνει τῷ γραμματιδίῳ τῷ Μαντοῦς πρὸς Ἁβροκόμην καὶ γνωρίζει τὰ γράμματα, καὶ ὅτι ἀδίκως Ἁβροκόμην τιμωρεῖται ἔμαθεν· εὐθὺς οὖν λῦσαί τε αὐτὸν προσέταξε καὶ ἀγαγεῖν εἰς ὄψιν.

于是,她在那个地方与牧羊人在一起,始终为哈布罗科墨斯哀泣;而阿普叙托斯搜查哈布罗科墨斯受罚前所住的房间,偶然发现了曼托写给哈布罗科墨斯的一封信,认出了字迹,得知〔自己〕正在不公正地惩罚哈布罗科墨斯。于是,他立刻吩咐人解开他的束缚,把他带到自己面前。

§2.10.2

Πόνηρα δὲ καὶ ἐλεεινὰ πεπονθὼς προσπίπτει τοῖς γόνασι τοῖς Ἀψύρτου, ὁ δὲ αὐτὸν ἀνίστησι καὶ θάρρει ἔφη, ὦ μειράκιον· ἀδίκως σου κατέγνων πεισθεὶς θυγατρὸς λόγοις· ἀλλὰ νῦν μέν σε ἐλεύθερον ἀντὶ δούλου ποιήσω, δίδωμι δέ σοι τῆς οἰκίας ἄρχειν τῆς ἐμῆς καὶ γυναῖκα ἄξομαι1 τῶν πολιτῶν τινος θυγατέρα· σὺ δὲ μὴ μνησικακήσῃς τῶν γεγενημένων, οὐ γὰρ ἑκών σε ἠδίκησα.

哈布罗科墨斯受尽了凄惨可怜的折磨,扑倒在阿普叙托斯的膝前;但阿普叙托斯扶他站起来,“振作起来,”说道,“年轻人!我听信了女儿的话,不公正地定下了你的罪。但如今,我将使你脱离奴籍成为自由人,将我的家宅交由你掌管,并为你迎娶某位公民的女儿作妻子。你不要对发生过的事心存怨恨,因为我并不是存心伤害你的。”

§2.10.3

Ταῦτα ἔλεγεν ὁ Ἄψυρτος· ὁ δὲ Ἁβροκόμης ἀλλὰ χάρις ἔφη σοι, δέσποτα, ὅτι καὶ τἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβῃ με.2 Ἔχαιρον δὲ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν ᾔδεσαν ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ· αὐτὸς δὲ ἐν μεγάλῃ συμφορᾷ κατʼ Ἄνθειαν ἦν· ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκις τί δεῖ ἐλευθερίας ἐμοί;3 τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ· ἐκείνην ἢ ζῶσαν ἢ τεθνεῶσαν εὕροιμι.

阿普叙托斯说了这番话;而哈布罗科墨斯“但我感激,”说道,“您,主人,因为您得知了真相,并且回报了我的操守。” 家中的所有人无不为哈布罗科墨斯感到高兴,并为了他向主人致谢;但他自己却因安特亚而深陷极大的哀痛之中。他常常在心中自忖: “自由对我何用?财富与管理阿普叙托斯的产业又与我何干?我不该是这个样子;但愿我能找到她,无论是生是死!”

§2.10.4

Ὁ μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὅπως καὶ ποῦ τὴν Ἄνθειαν εὑρήσει· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον (ἀνώτερον δὲ θαλάσσης ἡ πόλις) κἀνταῦθα ἐπράθησαν πρεσβύτῃ τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων, καὶ γὰρ ἄτεκνος ἦν· διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἄνθεια καὶ Ἁβροκόμης οὐχ ὁρώμενοι.

于是他便处于这样的处境中,一边打理阿普叙托斯的事务,一边思忖着如何以及在何处找到安特亚;而琉孔和罗德则被带往吕基亚的桑托斯城(该城位于距海较远的内陆),在那里被卖给了一个老人,老人待他们无微不至,把他们当作自己的亲生儿女(因为他并无子嗣)。他们过着富足无缺的生活,然而见不到安特亚和哈布罗科墨斯却令他们深感痛苦。

语法注3 条
  1. 2.10.2γυναῖκα ἄξομαι

    短语 ἄγω γυναῖκα 通常表示“娶妻”,中动态 ἄξομαι 一般指“(为自己)娶妻”。但在本句中,结合上下文及前文的与格 σοι,该动作是为了哈布罗科墨斯而做(“为你迎娶/找来一位妻子”),体现出主人阿普叙托斯作为安排者为已获自由的他筹备婚事的含义。

  2. 2.10.3τῆς σωφροσύνης ἀμείβῃ με

    动词 ἀμείβω 在此表示“回报、酬谢”,后接被回报之人作宾格(με),以及表示原因或对价的属格(τῆς σωφροσύνης)。

  3. 2.10.3τί δεῖ ἐλευθερίας ἐμοί;

    非人称动词 δεῖ 通常接“宾格(人)+ 属格(物)”,但此处人物用了与格(ἐμοί),构成一种利害或领有性与格结构(“对我而言……有何必要?”)。随后的属格 πλούτων καὶ ἐπιμελείας 同样受 δεῖ 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.10.1-2.10.4