← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.7.1-2.7.5

曼托的婚礼与安特亚的狱中诀别

哈布罗科墨斯在狱中万念俱灰,而阿普叙耳托斯为女儿曼托举办婚礼,并将安特亚等人作为陪嫁送往叙利亚。启程前夕,安特亚潜入狱中与哈布罗科墨斯相拥诀别并起誓忠贞不渝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1

Καὶ ὁ μὲν ἐδέδετο καὶ ἦν ἐν εἱρκτῇ, δεινὴ δὲ αὐτὸν ἀθυμία καταλαμβάνει καὶ μάλιστα ἐπεὶ Ἄνθειαν οὐχ ἑώρα· ἐζήτει δὲ θανάτου τρόπους πολλούς, ἀλλ’ εὕρισκεν οὐδένα, πολλῶν τῶν φρουρούντων ὄντων. Ὁ δὲ Ἄψυρτος ἐποίει τῆς θυγατρὸς τοὺς γάμους καὶ ἑώρταζον πολλαῖς ἡμέραις.

于是,〔哈布罗科墨斯〕被捆绑在牢房中,巨大的绝望笼罩着他,尤其是因为见不到安特亚;他寻求种种自尽之法,却一无所获,因为看守甚多。阿普叙耳托斯则为女儿操办婚礼,众人连日庆祝。

§2.7.2

Ἄνθεια δὲ πάντα πένθος ἦν,1 καὶ εἴ ποτε δυνηθείη2 πεῖσαι τοὺς ἐπὶ τοῦ δεσμωτηρίου, εἰσῄει πρὸς Ἁβροκόμην λανθάνουσα καὶ κατωδύρετο τὴν συμφοράν.

而安特亚则全然沉浸在悲哀之中,每当能够说服掌管牢狱的人,她便偷偷溜进哈布罗科墨斯那里,痛哭他们的不幸。

§2.7.3

Ὡς δὲ ἤδη παρεσκευάζοντο εἰς Συρίαν ἀπιέναι, προύπεμψεν ὁ Ἄψυρτος τὴν θυγατέρα μετὰ δώρων πολλῶν, ἐσθῆτάς τε Βαβυλωνίας καὶ χρυσὸν ἄφθονον καὶ ἄργυρον ἐδίδου· ἐδωρήσατο δὲ τῇ θυγατρὶ Μαντοῖ τὴν Ἄνθειαν καὶ τὴν Ῥόδην καὶ τὸν Λεύκωνα.

到了他们准备启程前往叙利亚的时候,阿普叙耳托斯备了丰厚的嫁妆为女儿送行,赠予她巴比伦的华服以及数不尽的金银;他又将安特亚、萝德和琉孔赏赐给女儿曼托。

§2.7.4

Ὡς οὖν ταῦτα ἔγνω ἡ Ἄνθεια καὶ ὅτι εἰς Συρίαν ἀναχθήσεται μετὰ Μαντοῦς, δυνηθεῖσα εἰσελθεῖν εἰς τὸ δεσμωτήριον, περιπλεξαμένη τῷ Ἁβροκόμῃ δέσποτα εἶπεν, εἰς Συρίαν ἄγομαι δῶρον δοθεῖσα τῇ Μαντοῖ καὶ εἰς χεῖρας τῆς ζηλοτυπούσης ἄγομαι· σὺ δὲ ἐν τῷ δεσμωτηρίῳ μείνας οἰκτρῶς ἀποθνήσκεις, οὐκ ἔχων οὐδὲ ὅστις σου τὸ σῶμα κοσμήσει·3 ἀλλʼ ὀμνύω σοι τὸν ἀμφοτέρων δαίμονα4 ὡς ἐγὼ μενῶ σὴ καὶ ζῶσα κἂν ἀποθανεῖν δεήσῃ. Ταῦτα λέγουσα ἐφίλει τε αὐτὸν καὶ περιέβαλλε καὶ τὰ δεσμὰ ἠσπάζετο καὶ τῶν ποδῶν προυκυλίετο.

安特亚得知了这一切,知晓自己将随曼托被押往叙利亚,便设法潜入牢房,紧紧搂住哈布罗科墨斯,“我的主人,”她说,“我被作为礼物赠给了曼托,正要被带往叙利亚,落入那嫉妒的女人的手中;而你却留在这座牢房中凄惨地死去,甚至没有一个人来为你收殓遗体。但我指着我们两人的守护神向你发誓:无论是活着,还是即便注定要死去,我都将永远属于你。” 说着这番话,她亲吻他,拥抱他,亲吻他的锁链,伏拜在他的脚下。

语法注4 条
  1. 2.7.2πάντα πένθος ἦν

    中性复数宾格 πάντα 此处作状语性用法(“全然地”、“完全地”),修饰表语 πένθος ἦν,意为“她整个人全然陷入悲痛”。语法上亦可将 πάντα 视为主语(“一切皆是悲哀”),但作为承接主格 Ἄνθεια 的情感描摹,作副词性宾格更为连贯自然。

  2. 2.7.2εἴ ποτε δυνηθείη

    由 εἴ ποτε 引导的过去通则/反复条件从句(past general condition),使用希求法 δυνηθείη,与主句未完成过去时 εἰσῄει 呼应,表示过去反复发生的动作(“每当能够……就潜入……”)。

  3. 2.7.5οὐκ ἔχων οὐδὲ ὅστις σου τὸ σῶμα κοσμήσει

    在动词分词 οὐκ ἔχων 之后,由 ὅστις 引领带将来时直陈式(κοσμήσει)的关系从句,起到表示目的或特征的宾语作用(“甚至没有一个为你整理遗体的人”)。

  4. 2.7.5τὸν ἀμφοτέρων δαίμονα

    发誓动词 ὀμνύω 后接宾格表示誓言所凭依的神明(τὸν ἀμφοτέρων δαίμονα,“凭着我们两人的守护神起誓”),起誓的具体内容则由随后的 ὡς 从句引出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.7.1-2.7.5