← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.4.1-2.4.6

拒绝曼托求爱与安特亚的哀求

琉孔向哈布罗科墨斯转达了曼托的情意与威胁,哈布罗科墨斯勃然大怒誓死守节,安特亚却决心自尽并恳求丈夫顺从女主人,令哈布罗科墨斯陷入绝境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

Ταῦτα εἰπὼν ἔρχεται πρὸς Ἁβροκόμην. Τῷ δὲ ἄρα οὐδὲν ἔργον ἦν ἢ φιλεῖν1 Ἄνθειαν καὶ ὑπʼ ἐκείνης φιλεῖσθαι καὶ λαλεῖν ἐκείνῃ καὶ ἀκούειν λαλούσης. Ἐλθὼν δὲ παρʼ αὐτοὺς τί ποιοῦμεν, σύντροφοι; Τί δὲ βουλευόμεθα, οἰκέται;

说完这些,他便前往哈布罗科墨斯那里。然而哈布罗科墨斯除了爱安特亚、被她所爱、与她交谈并倾听她说话之外,别无他事。来到他们身旁,琉孔说道: “我们该怎么办,我的同伴们?我们当如何商议,同作仆役的人啊?

§2.4.2

Δοκεῖς τινι τῶν δεσποτῶν, Ἁβροκόμη, καλός· ἡ θυγάτηρ ἡ Ἀψύρτου πονήρως ἐπὶ σοὶ διάκειται, καὶ ἀντειπεῖν ἐρώσῃ βαρβάρῳ παρθένῳ χαλεπόν· σὺ οὖν ὅπως σοι δοκεῖ βουλευσάμενος σῶσον ἡμᾶς ἅπαντας καὶ μὴ περιίδῃς ὀργῇ δεσποτῶν ὑποπεσόντας.2

哈布罗科墨斯,在主人家的某个人眼里,你是俊美的:阿普叙耳托斯的女儿因你而饱受折磨,要违逆一个坠入爱河的异邦少女是困难的。因此,你自己看着办,拿定主意来拯救我们大家吧,切莫坐视我们陷入主人们的怒火之中。”

§2.4.3

Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ὀργῆς ἐνεπλήσθη, ἀποβλέψας δὲ ἀτενὲς εἰς τὸν Λεύκωνα ὦ πονηρὲ ἔφη καὶ Φοινίκων τῶν ἐνταῦθα βαρβαρώτερε, ἐτόλμησας εἰπεῖν πρὸς Ἁβροκόμην τοιαῦτα ῥήματα καὶ παρούσης Ἀνθείας ἄλλην παρθένον μοι διηγῇ; Δοῦλος μέν εἰμι ἀλλὰ συνθήκας οἶδα τηρεῖν.

哈布罗科墨斯听罢,顿时怒火中烧,他凝视着琉孔: “恶徒啊,”他说,“比此地的腓尼基人还要野蛮!你竟敢对哈布罗科墨斯说出这等话来,当着安特亚的面,竟向我谈及另一个少女?我虽是奴隶,却懂得信守誓约。

§2.4.4

Ἔχουσιν ἐξουσίαν μου τοῦ σώματος, τὴν ψυχὴν δὲ ἐλευθέραν ἔχω. Ἀπειλείτω νῦν, εἰ θέλει, Μαντὼ ξίφη καὶ βρόχους καὶ πῦρ καὶ πάντα ὅσα δύναται σῶμα ἐνεγκεῖν οἰκέτου· οὐ γὰρ ἄν ποτε πεισθείην ἑκὼν Ἄνθειαν ἀδικῆσαι.

他们拥有处置我肉体的权力,但我保全了我灵魂的自由。曼托如今若愿意,尽可以用刀剑、绳索、烈火以及奴仆之躯所能承受的一切刑罚来威胁;因为我决不会被说服去甘心情愿地背弃安特亚。”

§2.4.5

Καὶ ὁ μὲν ταῦτα ἔλεγεν, ἡ δὲ Ἄνθεια ὑπὸ τῆς συμφορᾶς ἔκειτο ἀχανής, οὐδὲ φθέγξασθαί τι δυναμένη· ὀψὲ δὲ καὶ μόλις αὑτὴν ἐγείρασα ἔχω μὲν φησίν, Ἁβροκόμη, τὴν εὔνοιαν τὴν σὴν καὶ στέργεσθαι διαφερόντως ὑπὸ σοῦ πεπίστευκα· ἀλλὰ δέομαι σοῦ, τῆς ψυχῆς τῆς ἐμῆς δέσποτα, μὴ προδῷς σεαυτὸν μηδὲ εἰς ὀργὴν ἐμβάλῃς βαρβαρικήν, συγκατάθου δὲ τῇ τῆς δεσποίνης ἐπιθυμίᾳ· κἀγὼ ὑμῖν ἄπειμι ἐκποδών,3 ἐμαυτὴν ἀποκτείνασα. Τοσοῦτον σοῦ δεήσομαι, θάψον αὐτὸς καὶ φίλησον πεσοῦσαν καὶ μέμνησο Ἀνθείας. Ταῦτα πάντα εἰς μείζονα συμφορὰν τὸν Ἁβροκόμην ἦγε καὶ ἠπόρει ὅστις γένηται.

哈布罗科墨斯说着这些话,而安特亚因这场灾难惊呆倒地,甚至连一句话也说不出来。但良久之后,她勉强支撑起身体: “哈布罗科墨斯,”她说,“我深知你的深情,深信自己为你所挚爱,超乎一切;但我恳求你,我灵魂的主人,切勿毁弃你自己,切勿将自己投入异邦人的怒火之中,顺从那位女主人的欲念吧;而我将自尽,从你们面前消失。我只向你恳求这一点:请亲自将我埋葬,亲吻倒下的我,并且记住安特亚。” 这一切把哈布罗科墨斯推向了更深重的祸患之中,他不知自己该何去何从。

语法注3 条
  1. 2.4.1οὐδὲν ἔργον ἦν ἢ φιλεῖν

    成语结构 οὐδὲν ἔργον ἐστί(ν) / ἦν ἢ + 不定式,意为“除了……之外别无要事/关切”。连词 ἤ(除了/比)引出四个并列的不定式(φιλεῖν、φιλεῖσθαι、λαλεῖν、ἀκούειν),生动表现了哈布罗科墨斯对安特亚的全心倾注。

  2. 2.4.2μὴ περιίδῃς ὀργῇ δεσποτῶν ὑποπεσόντας

    动词 περιεῖδον(περιοράω 的不定过去时)接补充性分词,表示“坐视/放任/容忍……处于某种状态”。此处 μή 加上不定过去时虚拟式 περιίδῃς 构成禁令,其宾语为宾格分词 ὑποπεσόντας(指代“我们”)。与格 ὀργῇ 则由复合动词 ὑποπίπτω(陷入、屈从于)所支配。

  3. 2.4.6κἀγὼ ὑμῖν ἄπειμι ἐκποδών

    代词 ὑμῖν 是情态与格(关涉与格),带有“从你们面前/不妨碍你们”的意味。现在时形式 ἄπειμι 具有将来意义(“我将离去”),随后的分词 ἐμαυτὴν ἀποκτείνασα(自尽)则说明了其方式手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.4.1-2.4.6