- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.5.1-2.5.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
曼托亲自致信哈布罗科墨斯求爱并加以威胁,在遭到拒绝后,向归来的父亲阿普叙耳托斯诬告哈布罗科墨斯企图强暴她并阴谋谋反。
Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ἡ δὲ Μαντὼ χρονιζούσης τῆς Ῥόδης οὐκέτι καρτεροῦσα γράφει γραμματίδιον πρὸς τὸν Ἁβροκόμην· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε "‘ΑΒΡΟΚΟΜΗι ΤΩι ΚΑΛΩι ΔΕΣΠΟΙΝΑ Η ΣΗ ΧΑΙΡΕΙΝ. Μαντὼ ἐρῶ σου, μηκέτι φέρειν δυναμένη· ἀπρεπὲς μὲν ἴσως παρθένῳ, ἀναγκαῖον δὲ φιλούσῃ· δέομαι, μή με περιίδῃς μηδὲ ὑβρίσῃς τὴν τὰ σὰ ᾑρημένην.1"
正当他们处于这般境地之时,曼托因罗德迟迟未归而再也无法忍耐,便给哈布罗科墨斯写了一封信;信上的内容如下: “致俊美的哈布罗科墨斯,你的女主人致意。我曼托爱你,再也无法忍耐了。这对于一个少女而言或许有伤大雅,但对于一个坠入爱河的女子而言却是无可避免的。我恳求你,切莫弃我不顾,切莫侮辱这个选择了你的女子。
"Ἐὰν γὰρ πεισθῇς, πατέρα τὸν ἐμὸν Ἄψυρτον ἐγὼ πείσω σοί με συνοικίσαι, καὶ τὴν νῦν σοι γυναῖκα ἀποσκευασόμεθα, πλουτήσεις δὲ καὶ μακάριος ἔσῃ· ἐὰν δὲ ἀντείπῃς, ἐννόει μὲν οἷα πείσῃ τῆς ὑβρισμένης ἑαυτὴν ἐκδικούσης, οἷα δὲ οἱ μετὰ σοῦ,2 κοινωνοὶ τῆς σῆς ὑπερηφανίας καὶ σύμβουλοι γενόμενοι."
因为你若是顺从,我便会说服我的父亲阿普叙耳托斯将我许配给你,而我们将打发掉你现在的妻子,你也将变得富有而幸福。但你若是拒绝,你就想想看,当受辱的女子亲自复仇时,你将承受什么,而那些成了你傲慢的同谋和谋士的同伴们又将承受什么。”
Ταῦτα τὰ γράμματα λαβοῦσα καὶ κατασημηναμένη δίδωσι θεραπαίνῃ τινὶ ἑαυτῆς βαρβάρῳ, εἰποῦσα Ἁβροκόμῃ κομίζειν· ὁ δὲ ἔλαβε καὶ ἀνέγνω καὶ πᾶσι μὲν ἤχθετο τοῖς ἐγγεγραμμένοις, μάλιστα δὲ αὐτὸν ἐλύπει τὰ περὶ τῆς Ἀνθείας.
曼托拿来这封信并盖上印章,交给身边的一个异邦女仆,命她送给哈布罗科墨斯。他接过来读了,信上所写的一切都令他痛苦,但关于安特亚的事尤其使他心碎。
Κἀκείνην μὲν τὴν πινακίδα κατέχει, ἄλλην δὲ γράφει καὶ δίδωσι τῇ θεραπαίνῃ· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε. "Δέσποινα, ὅ τι βούλει ποίει, καὶ χρῶ σώματι ὡς οἰκέτου· καὶ εἴτε ἀποκτείνειν θέλεις, ἕτοιμος, εἴτε βασανίζειν, ὅπως ἐθέλεις βασάνιζε· εἰς εὐνὴν δὲ τὴν σὴν οὐκ ἂν ἔλθοιμι, οὐδ’ ἂν τοιαῦτα πεισθείην κελευούσῃ."
他留下了那块写字板,另外写了一封交给女仆;信上的内容如下: “女主人,凡你所愿,尽可施行,对待我的躯体尽可如对待奴仆一般。无论你是想杀死我,我都准备好了;或是想折磨我,尽可随你心意去折磨。但我绝不会上你的床榻,也绝不会因你的命令而被说服去顺从这等事。”
Λαβοῦσα ταῦτα τὰ γράμματα ἡ Μαντὼ ἐν ὀργῇ ἀκατασχέτῳ γίνεται καὶ ἀναμίξασα πάντα, φθόνον, ζηλοτυπίαν, λύπην, φόβον, ἐνενόει ὅπως τιμωρήσεται τὸν ὑπερηφανοῦντα.
收到这封回信后,曼托陷入了难以遏制的狂怒之中,怨恨、嫉妒、悲哀、恐惧交织在一起,她盘算着如何报复这个傲慢的人。
Καὶ δὴ ἐν τούτῳ ἔρχεται μὲν ἀπὸ Συρίας Ἄψυρτος, ἄγων τινὰ τῇ θυγατρὶ νυμφίον ἐκεῖθεν, Μοῖριν ὄνομα· ὡς δὲ ἀφίκετο, εὐθὺς ἡ Μαντὼ τὴν κατὰ Ἁβροκόμου τέχνην συνετάττετο, καὶ σπαράξασα τὰς κόμας καὶ περιρρηξαμένη τὴν ἐσθῆτα, ὑπαντήσασα τῷ πατρὶ καὶ προσπεσοῦσα πρὸς τὰ γόνατα οἴκτειρον ἔφη, πάτερ, θυγατέρα τὴν σὴν ὑβρισμένην ὑπʼ οἰκέτου·
恰在此刻,阿普叙耳托斯从叙利亚归来,并从那里给女儿带来了一位新郎,名叫莫伊里斯。他一到达,曼托便立刻布置陷害哈布罗科墨斯的诡计,她扯乱头发,撕破衣裳,迎上前去拜见父亲,跪倒在他膝前: “可怜可怜吧,”她说,“父亲,可怜可怜你这个被奴仆侮辱的女儿吧!
ὁ γὰρ σώφρων Ἁβροκόμης ἐπείρασε μὲν παρθενίαν τὴν ἐμὴν ἀφανίσαι, ἐπεβούλευσε δὲ καὶ σοί, λέγων ἐρᾶν μου. Σὺ οὖν ὑπὲρ τηλικούτων τολμημάτων εἴσπραξαι παρʼ αὐτοῦ τιμωρίαν τὴν ἀξίαν, ἢ εἰ δίδως ἔκδοτον θυγατέρα τὴν σὴν τοῖς οἰκέταις, ἐμαυτὴν φθάσασα ἀποκτενῶ.3
那个道貌岸然的哈布罗科墨斯不仅图谋毁掉我的童贞,还说爱慕于我,以此谋害于你。因此,针对这般胆大包天的恶行,请向他索取应得的惩罚;或者,倘若你任由自己的女儿被奴仆践踏,我便会先一步自尽。”
- 2.5.1τὴν τὰ σὰ ᾑρημένην
ᾑρημένην 是动词 αἱρέω 的中动相完成时分词,意为“选择了”,带中性复数宾格 τὰ σά(“关于你的事/属于你的东西”)作宾语。此处指“选择了站到你这边/选择了属于你的事物的女人”,作前文 μηδὲ ὑβρίσῃς 的宾语(或与 με 同位),作为恳求的理据。
- 2.5.2οἷα δὲ οἱ μετὰ σοῦ
由感叹关系代词 οἷα 引导的间接疑问从句,与前面的 οἷα πείσῃ(“你将承受何等痛苦”)构成并列。后半句在主语 οἱ μετὰ σοῦ(“随同你的人”)之后省略了谓语动词 πείσονται,完整结构应为 ἐννόει ... οἷα δὲ οἱ μετὰ σοῦ [πείσονται]。
- 2.5.7ἐμαυτὴν φθάσασα ἀποκτενῶ
动词 φθάνω(“抢先、争先”)的不定过去时分词 φθάσασα 副词性地修饰主要动词 ἀποκτενῶ(“我将杀死”),意为“在那之前抢先自尽”。它呼应前面的条件从句,表达在受辱发生之前决绝果断地抢先行动。
