← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.3.1-2.3.8

曼托的恋情与罗得被迫相助

在阿普叙耳托斯外出期间,其女曼托爱上了哈布罗科墨斯,并以威逼利诱强求安特亚的女仆罗得予以协助。左右为难的罗得将险情告诉了同为仆从的情人琉孔,琉孔遂承诺由自己来出面处置。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

Καὶ οἱ μὲν περὶ τὸν Ἁβροκόμην ἐν τούτοις ἦσαν· ἡμερῶν δὲ διαγενομένων ὀλίγων ὁ μὲν Ἄψυρτος ἐπ’ ἄλλην ἐμπορίαν εἰς Συρίαν ἀπῆλθε, θυγάτηρ δὲ αὐτοῦ, Μαντὼ ὄνομα, ἠράσθη τοῦ Ἁβροκόμου· ἦν δὲ καλὴ καὶ ὡραία γάμων ἤδη, πολὺ δὲ τοῦ Ἀνθείας κάλλους ἀπελείπετο.

哈布罗科墨斯等人正处于这般境况中。过了几天,阿普叙耳托斯前往叙利亚从事另一笔商贸,而他的女儿,名叫曼托的,爱上了哈布罗科墨斯。她生得容貌出众,且已到出阁之年,却远逊于安特亚的美貌。

§2.3.2

Αὕτη ἡ Μαντὼ ἐκ τῆς συνήθους μετὰ τοῦ Ἁβροκόμου διαίτης ἁλίσκεται καὶ ἀκατασχέτως εἶχε καὶ ἠπόρει ὅ τι ποιήσαι· οὔτε γὰρ πρὸς τὸν Ἁβροκόμην εἰπεῖν ἐτόλμα, γυναῖκα εἰδυῖα ἔχοντα1 καὶ πείσειν οὐδέποτε ἐλπίζουσα, οὔτε ἄλλῳ τινὶ τῶν ἑαυτῆς δέει τοῦ πατρός·

这位曼托因与哈布罗科墨斯朝夕相处,深陷爱火,不能自拔,不知如何是好。因为她既不敢向哈布罗科墨斯表白——深知他已有妻子,且绝不指望能说服他——又因惧怕父亲而不敢告诉家中的其他任何人。

§2.3.3

δι’ ἃ δὴ καὶ μᾶλλον ἀνεκάετο καὶ διέκειτο πονήρως· καὶ οὐκέτι καρτεροῦσα ἔγνω πρὸς τὴν Ῥόδην, τὴν σύντροφον τῆς Ἀνθείας, οὖσαν ἡλικιῶτιν καὶ κόρην, κατειπεῖν τὸν ἔρωτα· ταύτην γὰρ μόνην ἤλπιζε συνεργήσειν αὐτῇ πρὸς τὴν ἐπιθυμίαν.

正因如此,她内心的烈火愈燃愈炽,苦不堪言。终于无法忍受之下,她决定向安特亚的乳姐妹罗得吐露自己的恋情,因为罗得年岁与她相当,同为少女;她指望唯有罗得能在她的欲念上助她一臂之力。

§2.3.4

Καὶ δὴ σχολῆς λαβομένη ἄγει τὴν κόρην πρὸς τὰ πατρῷα ἐπὶ τῆς οἰκίας ἱερά, καὶ δεῖται μὴ κατειπεῖν αὐτῆς καὶ ὅρκους λαμβάνει καὶ λέγει τὸν ἔρωτα τοῦ Ἁβροκόμου καὶ ἱκετεύει συλλαβέσθαι καὶ πολλὰ ὑπέσχετο συλλαβομένῃ.

于是,曼托趁着闲暇,将少女带到府邸的祖先神龛前,恳求她切勿走漏风声,迫使她起誓,诉说了对哈布罗科墨斯的爱慕,祈求她施以援手,并许诺若予协助必有重谢。

§2.3.5

Ἔφη δʼ ἴσθι μὲν οἰκέτις οὖσα ἐμή, ἴσθι δὲ ὀργῆς πειρασομένη2 βαρβάρου καὶ ἠδικημένης. Ταῦτα εἰποῦσα ἀπέπεμπε τὴν Ῥόδην· ἡ δὲ ἐν ἀμηχάνῳ κακῷ ἐγεγόνει· τὸ γὰρ εἰπεῖν Ἁβροκόμῃ παρῃτεῖτο, φιλοῦσα τὴν Ἄνθειαν· πάνυ δὲ ἐδεδοίκει τῆς βαρβάρου τὴν ὀργήν.

她接着说道: “你须知晓你是我的女仆,亦须知晓你将尝到受辱的异邦女子之怒火。” 说完这些,她便打发走了罗得。罗得却陷入了进退维谷的绝境:出于对安特亚的挚爱,她不愿告知哈布罗科墨斯,但又极其畏惧那异邦女子的怒火。

§2.3.6

Ἔδοξεν οὖν αὐτῇ καλῶς ἔχειν Λεύκωνι πρῶτον ἀνακοινῶσαι τὰ ὑπὸ τῆς Μαντοῦς εἰρημένα. Ἦν δὲ καὶ τῇ Ῥόδῃ κοινωνήματα ἐξ ἔρωτος γενόμενα πρὸς Λεύκωνα, καὶ συνῆσαν ἀλλήλοις ἔτι ἐν Ἐφέσῳ.

于是她觉得,先将曼托所言之事告知琉孔乃是上策。罗得与琉孔之间本就因情爱而结合,早在以弗所时便已彼此相伴。

§2.3.7

Τότε δὴ λαβομένη μόνου3 ὦ Λεύκων ἔφη, ἀπολώλαμεν τελέως· νῦν οὐκέτι τοὺς συντρόφους ἕξομεν· ἡ τοῦ δεσπότου θυγάτηρ Ἀψύρτου ἐρᾷ μὲν Ἁβροκόμου σφοδρὸν ἔρωτα, ἀπειλεῖ δέ, εἰ μὴ τύχοι, δεινὰ ἡμᾶς ἐργάσεσθαι·

当时她将他拉到僻静之处: “琉孔啊,”她说道,“我们彻底完了!如今我们再也不能拥有我们的同伴了。主子阿普叙耳托斯的女儿对哈布罗科墨斯动了狂热的爱欲,并且威胁说,若不能如愿,便要狠狠折磨我们。

§2.3.8

σκόπει τοίνυν τί δεῖ ποιεῖν· τὸ γὰρ ἀντειπεῖν τῇ βαρβάρῳ σφαλερόν, τὸ δὲ ἀποζεῦξαι Ἁβροκόμην Ἀνθείας ἀδύνατον. Ἀκούσας ὁ Λεύκων δακρύων ἐνεπλήσθη, μεγάλας ἐκ τούτων συμφορὰς προσδοκῶν· ὀψὲ δὲ ἀνενεγκὼν σιώπα ἔφη, Ῥόδη, ἐγὼ γὰρ ἕκαστα διοικήσω.

因此你想想看该当如何:反抗那异邦女子是凶险的,而将哈布罗科墨斯与安特亚拆散又是不可能的。” 琉孔听闻此言泪如雨下,预料由此将引来滔天大祸。但良久之后,他缓过气来: “别出声,”他说,“罗得,一切由我来处置。”

语法注3 条
  1. 2.3.2γυναῖκα εἰδυῖα ἔχοντα

    动词 οἶδα(阴性主格分词 εἰδυῖα,指曼托)后接补充性分词 ἔχοντα 的结构。阳性单数宾格的 ἔχοντα 指哈布罗科墨斯,意为“(曼托)深知他已有妻子”。

  2. 2.3.5ἴσθι μὲν οἰκέτις οὖσα ἐμή, ἴσθι δὲ ὀργῆς πειρασομένη

    命令式 ἴσθι(οἶδα 的完成时单数第二人称命令式)接补充分词 οὖσα 和 πειρασομένη 的结构,表示“要知道……/须明白……”。其中将来时分词 πειρασομένη 带属格 ὀργῆς 作宾语,意为“要知道你将领教……的怒火”。

  3. 2.3.7λαβομένη μόνου

    中动相分词 λαβομένη 接表示接触或部分的属格 μόνου,意为“趁他落单时拉住他/将他单独拉到一旁”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.3.1-2.3.8