← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.2.1-2.2.5

阿普叙耳托斯将俘虏押往推罗

海盗首领阿普叙耳托斯赶到并惊艳于两位主角的美貌,遂将他们及仆人据为己有并带往推罗,下令好生看管以待高价出售。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

Καὶ τοῖς μὲν ταῦτα ἐδέδοκτο· ἐν δὲ τούτῳ Ἄψυρτος ὁ προεστὼς τοῦ λῃστηρίου πυθόμενος ὅτι τε ἥκουσιν οἱ περὶ τὸν Κόρυμβον καὶ ὅτι πολλὰ εἶεν καὶ θαυμάσια κομίζοντες χρήματα,1 ἧκεν εἰς τὸ χωρίον καὶ εἶδέ τε τοὺς περὶ τὸν Ἁβροκόμην καὶ κατεπλάγη τὴν εὐμορφίαν2 καὶ εὐθὺς μέγα κέρδος νομίζων ᾐτήσατο ἐκείνους.

他们便作出了这样的决意。在此期间,海盗首领阿普叙耳托斯得知科律姆博斯一行已经归来,并且带回了许多奇异的财物,便来到了这一处所。当他看见哈布罗科墨斯等人时,为其美貌所惊叹,随即认为这是一笔巨大的获利,便索要了他们。

§2.2.2

Τὰ μὲν οὖν ἄλλα χρήματα καὶ κτήματα καὶ παρθένους ὅσαι συνελήφθησαν διένειμε τοῖς περὶ τὸν Κόρυμβον· ὁ δὲ Εὔξεινος καὶ ὁ Κόρυμβος ἄκοντες μὲν συνεχώρουν τοὺς περὶ τὸν Ἁβροκόμην τῷ Ἀψύρτῳ, συνεχώρουν δʼ οὖν ἀνάγκῃ.

至于其余的钱财、产业以及所有被俘获的少女,他都分给了科律姆博斯一行;欧克塞诺斯和科律姆博斯尽管不情愿,却不得不把哈布罗科墨斯等人让给阿普叙耳托斯,终究是在迫不得已之下妥协了。

§2.2.3

Καὶ οἱ μὲν ἀπηλλάσσοντο· ὁ δὲ Ἄψυρτος παραλαβὼν τὸν Ἁβροκόμην καὶ τὴν Ἄνθειαν καὶ οἰκέτας δύο, Λεύκωνα καὶ Ῥόδην, ἤγαγεν εἰς τὴν Τύρον.

于是他们离去;阿普叙耳托斯带上哈布罗科墨斯、安特亚以及两名仆人琉孔和罗得,将他们押往推罗。

§2.2.4

Περίβλεπτος δὲ ἦν αὐτῶν ἡ πομπὴ καὶ πάντες ἐτεθαυμάκεσαν τὸ κάλλος, καὶ ἄνθρωποι βάρβαροι μήπω πρότερον τοσαύτην ἰδόντες εὐμορφίαν θεοὺς ἐνόμιζον εἶναι τοὺς βλεπομένους, ἐμακάριζον δὲ τὸν Ἄψυρτον οἵους οἰκέτας εἴη κεκτημένος.

他们的队伍引人瞩目,所有人皆对其美貌惊叹不已;从未见过如此美貌的蛮族人,甚至将眼前所见之人视作神明,并艳羡阿普叙耳托斯竟然得到了这等出色的仆人。

§2.2.5

Ἀγαγὼν δὲ αὐτοὺς εἰς τὴν οἰκίαν παραδίδωσιν οἰκέτῃ πιστῷ δι’ ἐπιμελείας κελεύσας ἔχειν, ὡς μεγάλα κερδανῶν εἰ ἀπόδοιτο τῆς ἀξίας αὐτοὺς τιμῆς.3

阿普叙耳托斯将他们带入府邸后,吩咐严加照看,交托给一个忠实的仆人,心中认定若是按其相称的价值将他们卖出,必定能获利丰厚。

语法注3 条
  1. 2.2.1πολλὰ εἶεν καὶ θαυμάσια κομίζοντες χρήματα

    在由 ὅτι 引导的间接引语从句中,与前一并列分句的直陈式 ἥκουσιν 相对,此处使用了系动词祈愿式 εἶεν 搭配现在分词 κομίζοντες 的迂回结构。这是从属于过去分词(πυθόμενος)的斜格祈愿式,反映了直接引语中的未完成过去或进行状态。

  2. 2.2.1κατεπλάγη τὴν εὐμορφίαν

    紧随被动态(意义上相当于中动态、表示心理情感)动词 κατεπλάγη 的宾格 τὴν εὐμορφίαν 是关系宾格(或称限定宾格),用以指明惊叹所针对的方面或范围。

  3. 2.2.5ὡς μεγάλα κερδανῶν εἰ ἀπόδοιτο τῆς ἀξίας αὐτοὺς τιμῆς

    此处使用了 ὡς 搭配将来分词(κερδανῶν)以表示主语的主观意图或预想(“认定将获得暴利”),并带有一个使用祈愿式的条件从句(εἰ ἀπόδοιτο),代表间接语境下的潜在假设。τῆς ἀξίας τιμῆς 则是表示交易对价的“价格属格”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.2.1-2.2.5