- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.1.1-2.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知海盗们的非分企图后,哈布罗科墨斯与安特亚在房中悲泣,决意以死相殉以保贞节,在黄泉之下永远相伴。
Καὶ ὁ μὲν Εὔξεινος καὶ ὁ Κόρυμβος μετʼ ἀλλήλων ἦσαν περιμένοντες ὅ τι ἀκούσονται, ἤλπιζον δʼ αὐτοὺς ῥᾳδίως πείσειν· ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἧκον εἰς τὸ δωμάτιον ἔνθα συνήθως διῃτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαον, ὠδύροντο.
欧克塞诺斯与科律姆博斯聚在一起,等待着听取对方的答复,并期望能轻易说服他们。而哈布罗科墨斯和安特亚则来到他们日常起居的房间,互诉了各自所听闻的事,随即便扑倒在地,痛哭哀叹: “啊,父亲,”
Ὦ πάτερ ἔλεγον, ὦ μῆτερ, ὦ πατρὶς φιλτάτη καὶ οἰκεῖοι καὶ συγγενεῖς. Τελευταῖον δὲ ἀνενεγκὼν ὁ Ἁβροκόμης ὦ κακοδαίμονες ἔφησεν ἡμεῖς, τί ἄρα πεισόμεθα ἐν γῇ βαρβάρῳ, πειρατῶν ὕβρει παραδοθέντες; Ἄρχεται τὰ μεμαντευμένα· τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει·1 ἐρᾷ Κόρυμβος ἐμοῦ, σοῦ δὲ Εὔξεινος.
他们说道,“啊,母亲,啊,最亲爱的祖国、家人和亲属们!” 最后,哈布罗科墨斯缓过气来,说道: “啊,不幸的 我们!在这蛮荒之地,沦落于海盗的暴虐之中,我们究竟要遭受怎样的苦难?神谕所预言的事正在发生,神明已经在向我索取因我的狂傲而应受的惩罚了。科律姆博斯爱上了我,欧克塞诺斯则爱上了你。
Ὢ τῆς ἀκαίρου πρὸς ἑκατέρους εὐμορφίας. εἰς τοῦτο ἄρα μέχρι νῦν σώφρων ἐτηρήθην, ἵνα ἐμαυτὸν ὑποθῶ λῃστῇ ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν;2 Καὶ τίς ἐμοὶ βίος περιλείπεται πόρνῃ μὲν ἀντὶ ἀνδρὸς γενομένῳ,3 ἀποστερηθέντι δὲ Ἀνθείας τῆς ἐμῆς;
唉,这朝向他们两人的不合时宜的美貌!难道我迄今为止坚守贞洁,就是为了让自己委身于一个动了情的海盗,以顺应那可耻的欲望吗?如果我变成了一个娼妓而非男子,又被剥夺了我的安特亚,我还能剩下怎样的生命呢?
Ἀλλʼ οὐ μὰ τὴν μέχρις ἄρτι σωφροσύνην ἐκ παιδός μοι σύντροφον, οὐκ ἂν ἐμαυτὸν ὑποθείην Κορύμβῳ· τεθνήξομαι δὲ πρότερον καὶ φανοῦμαι νεκρὸς σώφρων.
不,凭着自我幼时起直至如今与我相伴的贞节起誓,我绝不会委身于科律姆博斯!我宁愿先去死,以一个贞洁的死者之身示人。”
Ταῦτα ἔλεγε καὶ ἐπεδάκρυεν· ἡ δὲ Ἄνθεια φεῦ τῶν κακῶν εἶπεν, ταχέως τι τῶν ὅρκων ἀναγκαζόμεθα,4 ταχέως τῆς δουλείας πειρώμεθα· ἐρᾷ τις ἐμοῦ καὶ πείσειν ἤλπιζεν καὶ εἰς εὐνὴν ἐλεύσεσθαι τὴν ἐμὴν μετὰ Ἁβροκόμην καὶ συγκατακλιθήσεσθαι καὶ ἀπολαύσειν ἐπιθυμίας.
他这样说着,泪流不止。而安特亚则说道: “唉,这诸般的灾祸! 我们在誓言的事上这么快就被迫动摇,这么快就体会到了奴役的滋味!有人爱上了我,并期望能说服我,期望在哈布罗科墨斯之后走上我的床榻,与我同寝,并享受他的欲望!
Ἀλλὰ μὴ οὕτως ἐγὼ φιλόζωος γενοίμην, μηδʼ ὑπομείναιμι ὑβρισθεῖσα ἰδεῖν τὸν ἥλιον. Δεδόχθω ταῦτα· ἀποθνήσκωμεν, Ἁβροκόμη· ἕξομεν ἀλλήλους μετὰ θάνατον, ὑπʼ οὐδενὸς ἐνοχλούμενοι.
但我绝不至如此贪恋生命,也绝无法忍受在受辱之后还看着太阳的光芒!就这么决定吧,让我们死吧,哈布罗科墨斯!死后我们便将拥有彼此,不再受任何人的扰害。”
- 2.1.2τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει
动词 εἰσπράττω 带有双宾格结构,分别表示被索取者(με)和所索取之物(τιμωρίαν),并附加表示罪名或原因的属格 τῆς ὑπερηφανίας(“因狂傲”)。
- 2.1.3ἵνα ἐμαυτὸν ὑποθῶ λῃστῇ ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν
由 ἵνα 引导的目的从句,使用虚拟语气不定过去时 ὑποθῶ。动词带反身代词宾语 ἐμαυτόν 与与格 λῃστῇ ἐρῶντι(向坠入爱河的海盗委身)。其后的宾格短语 τὴν αἰσχρὰν ἐπιθυμίαν 起到关系宾格或内宾格的作用,表示行动所顺应或满足的范围(“就其可耻的欲望而言 / 以供奉其可耻的欲望”)。
- 2.1.3πόρνῃ μὲν ἀντὶ ἀνδρὸς γενομένῳ
语法上为阴性的名词 πόρνῃ(娼妓)在此作阳性与格分词 γενομένῳ(与代表哈布罗科墨斯的 ἐμοί 一致)的表语。通过这一性别的反转用法,极度突显了男子汉身份(ἀντὶ ἀνδρός)沦丧为被动的受虐对象的奇耻大辱。
- 2.1.5ταχέως τι τῶν ὅρκων ἀναγκαζόμεθα
在被动语态动词 ἀναγκαζόμεθα 中,中性代词宾格 τι 作状语性或内宾格使用(“在某方面 / 某种程度上”),后接表示范围的属格 τῶν ὅρκων(“关于誓言之事”),整体意为“我们在誓言的某些方面这么快就被迫屈服/违背”。
