← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.12.1-2.12.3

安特亚被卖真相与哈布罗科墨斯的追寻

哈布罗科墨斯通过曼托的来信得知安特亚被卖,遂避开众人寻访羊倌兰蓬探得详情,并启程前往基利家追赶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12.1

Ἐν δὲ τούτῳ τις ἧκεν ἀπὸ τῆς Συρίας οἰκέτης παρὰ τῆς Μαντοῦς γράμματα κομίζων τῷ πατρὶ Ἀψύρτῳ τάδε "Ἔδωκάς με ἀνδρὶ ἐν ξένῃ· Ἄνθειαν δέ, ἣν μετὰ τῶν ἄλλων οἰκετῶν ἐδωρήσω μοι, πολλὰ διαπραξαμένην κακὰ εἰς ἀγρὸν οἰκεῖν ἐκελεύσαμεν. Ταύτην συνεχῶς ἐν τῷ χωρίῳ θεώμενος ὁ καλὸς Μοῖρις ἐρᾷ· μηκέτι δὲ φέρειν δυναμένη μετεπεμψάμην τὸν αἰπόλον καὶ τὴν κόρην πραθῆναι ἐκέλευσα ἐν πόλει τινὶ τῆς Συρίας."

就在这时,一个仆人从叙利亚带来曼托给父亲阿普叙尔托斯的信件,内容如下: “您将我嫁给异邦的丈夫;至于您与其他仆人一同赏给我的安特亚,因她作恶多端,我们便命她住在乡下田庄。英俊的莫伊里斯在庄园里屡屡见到她,竟对她生了情欲;我再也无法忍受,便召来羊倌,命人将这少女卖到叙利亚的某座城镇。”

§2.12.2

Ταῦτα μαθὼν ὁ Ἁβροκόμης οὐκέτι μένειν ἐκαρτέρει· λαθὼν οὖν τὸν Ἄψυρτον καὶ πάντας τοὺς κατὰ τὸν οἶκον εἰς ἐπιζήτησιν τῆς Ἀνθείας ἔρχεται. Ἐλθὼν οὖν ἐν τῷ ἀγρῷ ἔνθα μετὰ τοῦ αἰπόλου ἡ Ἄνθεια διέτριβεν, ἄγει δὴ παρὰ τὸν αἰγιαλὸν τὸν Λάμπωνα τὸν αἰπόλον, ᾧ πρὸς γάμον ἐδεδώκει τὴν Ἄνθειαν ἡ Μαντώ, ἐδεῖτο δὲ τοῦ Λάμπωνος εἰπεῖν αὐτῷ εἴ τι οἶδε περὶ κόρης ἐκ Τύρου.

哈布罗科墨斯得知此事后,再也无法忍受继续留在此地;于是他避开阿普叙尔托斯和屋中所有人,前去寻找安特亚。他来到安特亚曾与羊倌同住的田庄,将羊倌兰蓬——即曼托曾将安特亚许配给他的那个人——带到海边,恳求兰蓬告诉他是否知晓有关一个来自推罗的少女的任何消息。

§2.12.3

Ὁ δὲ αἰπόλος καὶ τοὔνομα εἶπεν ὅτι Ἄνθεια καὶ τὸν γάμον1 καὶ τὴν εὐσέβειαν τὴν περὶ αὐτὴν καὶ τὸν Μοίριδος ἔρωτα καὶ τὸ πρόσταγμα τὸ κατʼ αὐτῆς καὶ τὴν εἰς Κιλικίαν ὁδόν· ἔλεγέ τε ὡς ἀεί τινος Ἁβροκόμου μέμνηται ἡ κόρη. Ὁ δὲ αὐτὸν ὅστις ἦν2 οὐ λέγει, ἕωθεν δὲ ἀναστὰς ἤλαυνε τὴν ἐπὶ Κιλικίας3 ἐλπίζων Ἄνθειαν εὑρήσειν ἐκεῖ.

羊倌告诉他那少女的名字叫安特亚,并叙说了那桩婚事、对她的敬畏、莫伊里斯的情欲、针对她的命令,以及前往基利家的旅程;他还说那少女总是念念不忘一个名叫哈布罗科墨斯的人。然而哈布罗科墨斯并没有说出自己是谁,而是在拂晓时分起身,沿着通往基利家的道路兼程前进,希望能在那儿找到安特亚。

语法注3 条
  1. 2.12.3τοὔνομα εἶπεν ὅτι Ἄνθεια καὶ τὸν γάμον

    并提构式(zeugmatic structure):主动词 εἶπεν 同时支配了由 ὅτι 引导的名词性从句(τοὔνομα εἶπεν ὅτι Ἄνθεια,“说出名字是安特亚”)以及后文并列的一系列宾格名词短语(τὸν γάμον, τὴν εὐσέβειαν 等,“叙述了婚事、敬虔……”)。

  2. 2.12.3αὐτὸν ὅστις ἦν

    先取结构(prolepsis):间接疑问从句 ὅστις ἦν 中本应作主语的代词,被提前作为主句动词 λέγει 的直接宾语(宾格 αὐτόν),意为“他自己究竟是谁”。

  3. 2.12.3τὴν ἐπὶ Κιλικίας

    习惯性状语宾格(方向与路线),省略了阴性名词 ὁδόν(道路),意为“通往基利家的路”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.12.1-2.12.3