← 艾菲索斯的色诺芬

艾菲索斯故事

§2.11.1-2.11.11

安特亚被转卖及海难后遭强盗捕获

得知丈夫莫伊里斯恋上安特亚后,曼托命羊倌将其处死;羊倌心怀怜悯,转而将她卖给基利家商人。商船失事漂至岸边后,安特亚等人被强盗希波托俄斯一伙抓获。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.1

Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.

安特亚在那羊倌处待了一段时间,而曼托的丈夫莫伊里斯频繁来到庄园,对安特亚产生了炽烈的爱慕。起初他试图隐瞒,但最终向羊倌吐露了爱意,并许诺只要他从旁协助,就重重有赏。

§2.11.2

Ὁ δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῇ γενομένη πασῶν ἔφη δυστυχεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάγομαι, δι’ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην τοῦ ἐρωμένου, νυνὶ δὲ κινδυνεύω περὶ τοῦ ἀνδρός· ἀλλʼ οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι·1 ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.

羊倌表面上应承了莫伊里斯,但因畏惧曼托,便去见她,告发了莫伊里斯的私情。她勃然大怒,“我是”说道,“全天下最不幸的女人!我竟随身带着我的情敌;因她之故,我先是在腓尼基失去了所爱之人,如今又面临失去丈夫的危险。但安特亚休想在莫伊里斯眼中也显得美丽却不受惩罚;我还要为她在推罗的所作所为向她讨回公道。”

§2.11.3

Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν· ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἄνθειαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῷ δώσειν ὑπέσχετο.

当时她隐忍不发;但在莫伊里斯出门远行后,她召来羊倌,命令他带走安特亚,押到森林最茂密深处处死,并许诺将为此给他丰厚的赏赐。

§2.11.4

Ὁ δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἄνθειαν καὶ λέγει τὰ κατʼ αὐτῆς δεδογμένα. Ἡ δὲ ἀνεκώκυέ τε καὶ ἀνωδύρετο φεῦ λέγουσα, τοῦτο τὸ κάλλος ἐπίβουλον ἀμφοτέροις πανταχοῦ· διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρῳ τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα·

羊倌怜悯这少女,但又惧怕曼托,便来到安特亚身边,告诉了对她的处决决定。她放声痛哭并悲叹,“唉,”说道,“这副容貌在任何地方都是害惨我们两人的灾祸!正因为这不合时宜的美貌,哈布罗科墨斯死于推罗,而我则要死在这里。

§2.11.5

ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὃς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνῃς, κἂν ὀλίγον θάψον με τῇ παρακειμένῃ γῇ καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς Ἁβροκόμην κάλει· αὕτη γένοιτʼ ἂν εὐδαίμων ἐμοὶ μεθʼ Ἁβροκόμου ταφή.

但我恳求你,羊倌兰蓬,直到如今你一直心怀敬畏:如果你要杀我,哪怕只是稍加掩埋,也请用近旁的泥土安葬我,亲手合上我的双眼,在下葬时不断呼唤哈布罗科墨斯的名字。这样一来,这便成了我与哈布罗科墨斯同在的有福葬礼。”

§2.11.6

Ἔλεγε ταῦτα, ὁ δὲ αἰπόλος εἰς οἶκτον ἔρχεται ἐννοῶν ὡς ἀνόσιον ἔργον ἐργάσεται κόρην οὐδὲν ἀδικοῦσαν ἀποκτείνων οὕτω καλήν.

她说了这番话,羊倌顿生怜悯,想到杀死一个毫无过错且如此美丽的少女,自己将犯下何等大逆不道的罪行。

§2.11.7

Λαβὼν δὲ τὴν κόρην ὁ αἰπόλος φονεῦσαι μὲν οὐκ ἠνέσχετο, φράζει δὲ πρὸς αὐτὴν τάδε. Ἄνθεια, οἶδας ὅτι ἡ δέσποινα Μαντὼ ἐκέλευσέ μοι λαβεῖν καὶ φονεῦσαί σε· ἐγὼ δὲ καὶ θεοὺς δεδιὼς καὶ τὸ κάλλος οἰκτείρας βούλομαί σε μᾶλλον πωλῆσαι πόρρω ποι τῆς γῆς ταύτης, μὴ μαθοῦσα ἡ Μαντὼ ὅτι οὐ τέθνηκας, ἐμὲ κακῶς διαθήσει.2

羊倌带走少女后,终究不忍下手杀害,便对她说道: “安特亚,你知道女主人曼托命我将你带走处死;但我既敬畏神明,又怜惜你的美貌,宁愿将你卖到远离此地的某个地方,以免曼托得知你未死后对我施以酷刑。”

§2.11.8

Ἡ δὲ μετὰ δακρύων λαβομένη τῶν ποδῶν αὐτοῦ ἔφη θεοὶ καὶ Ἄρτεμι πατρῴα, τὸν αἰπόλον ὑπὲρ τούτων τῶν ἀγαθῶν ἀμείψασθε, καὶ παρεκάλει πραθῆναι.

她流着泪抓住他的双脚,说道: “诸神以及祖传的阿耳忒弥斯啊,求你们为了这些善举报答这位羊倌!” 并央求被卖掉。

§2.11.9

Ὁ δὲ αἰπόλος λαβόμενος τῆς Ἀνθείας ᾤχετο ἐπὶ τὸν λιμένα· εὑρὼν δὲ ἐκεῖ ἐμπόρους ἄνδρας Κίλικας ἀπέδοτο τὴν κόρην, καὶ λαβὼν τὴν ὑπὲρ αὐτῆς τιμὴν ἧκεν εἰς τὸν ἀγρόν.

羊倌带着安特亚前往港口;在那里遇到基利家商人,便将少女卖掉,拿到她的价款后返回了田庄。

§2.11.10

Οἱ δὲ ἔμποροι λαβόντες τὴν Ἄνθειαν εἰς τὸ πλοῖον ἦγον καὶ νυκτὸς ἐπελθούσης ᾔεσαν τὴν ἐπὶ Κιλικίας·3 ἐναντίῳ δὲ πνεύματι κατεχόμενοι καὶ τῆς νεὼς διαρραγείσης μόλις ἐν σανίδι τινὲς σωθέντες ἐπʼ αἰγιαλοῦ τινος ἦλθον· εἶχον δὲ καὶ τὴν Ἄνθειαν.

商人们带着安特亚上了船,夜幕降临后,他们便沿着通往基利家的航道航行。然而他们遭遇逆风,船只碎裂,有几个人好不容易攀着一块木板逃生,漂到了一处海岸;他们身边也带着安特亚。

§2.11.11

Ἦν δὲ ἐν τῷ τόπῳ ἐκείνῳ ὕλη δασεῖα. Τὴν οὖν νύκτα ἐκείνην πλανώμενοι ἐν αὐτῇ ὑπὸ τῶν περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν συνελήφθησαν.

那地方有一片密林。那一夜,他们在林中迷途徘徊,结果被强盗希波托俄斯一伙俘获。

语法注3 条
  1. 2.11.2οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι

    分词短语 οὐ χαίρων 是希腊语常见习语,意为“绝不会不受惩罚”、“休想安然无恙”。此处 χαίρουσα 与主语 Ἄνθεια 保持性数格一致,与表语形容词 καλὴ 一同作情态修饰。

  2. 2.11.7μὴ μαθοῦσα ἡ Μαντὼ ὅτι οὐ τέθνηκας, ἐμὲ κακῶς διαθήσει

    连词 μή 后接直陈式将来时(διαθήσει),引导表示担忧或顾虑的状语从句(“唯恐……”、“以免……”)。分词 μαθοῦσα 修饰主语 ἡ Μαντὼ,具有条件或时间含义(“一旦得知”)。

  3. 2.11.10ᾔεσαν τὴν ἐπὶ Κιλικίας

    省去了名词 ὁδόν 的同族宾格(即 τὴν [ὁδόν]),后接支配属格、表示方向的介词短语 ἐπὶ Κιλικίας,意为“行驶在通往基利家的路途(航线)上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.11.1-2.11.11