- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:2.13.1-2.13.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希波托俄斯一伙正要将安特亚献祭给阿瑞斯之际,基利家治安官佩里拉俄斯率众突袭并救下了她,但随后佩里拉俄斯爱上了安特亚并向她求婚,安特亚只得设法以三十天的守贞期限暂时拖延婚事。
Οἱ δὲ περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν ἐκείνης μὲν τῆς νυκτὸς ἔμεινον εὐωχούμενοι, τῇ δὲ ἑξῆς περὶ τὴν θυσίαν ἐγίνοντο. Παρεσκευάζετο δὲ πάντα καὶ ἀγάλματα τοῦ Ἄρεος καὶ σῦλα καὶ στεφανώματα·
强盗希波托俄斯一行在那天夜里痛饮畅宴,次日便着手进行祭祀。一切都准备就绪,包括阿瑞斯的塑像、战利品以及花冠。
ἔδει δὲ τὴν θυσίαν γενέσθαι τρόπῳ τῷ συνήθει. Τὸ μέλλον ἱερεῖον θύεσθαι, εἴτε ἄνθρωπος εἴτε βόσκημα εἴη, κρεμάσαντες ἐκ δένδρου καὶ διαστάντες ἠκόντιζον·1 καὶ ὁπόσοι μὲν ἐπέτυχον, τούτων ὁ θεὸς ἐδόκει δέχεσθαι τὴν θυσίαν· ὁπόσοι δὲ ἀπέτυχον, αὖθις ἐξιλάσκοντο· ἔδει δὲ τὴν Ἄνθειαν οὕτως ἱερουργηθῆναι.
祭祀必须按照惯常的方式举行:他们把将要被献祭的牺牲——无论是人还是牲畜——吊在树上,站立在一定距离之外向其投掷标枪;凡是命中的人,神明就被认为接纳了他们的祭礼;而那些未命中的人,则会再次赎罪祈和。安特亚本该就是以这种方式被宰割献祭的。
Ὡς δὲ πάντα ἕτοιμα ἦν καὶ κρεμᾶν τὴν κόρην ἤθελον, ψόφος τῆς ὕλης ἠκούετο καὶ ἀνθρώπων κτύπος. Ἦν δὲ ὁ τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ προεστώς, Περίλαος τοὔνομα, ἀνὴρ τῶν τὰ πρῶτα ἐν Κιλικίᾳ δυναμένων.
当一切准备妥当,他们正要把这少女吊起来时,树林中传来了窸窣声和人们的喧嚷。原来是负责基利家治安的长官,名叫佩里拉俄斯,此人是基利家最有权势的人物之一。
Οὗτος ὁ Περίλαος ἐπέστη τοῖς λῃσταῖς μετὰ πλήθους πολλοῦ καὶ πάντας ἀπέκτεινεν, ὀλίγους δὲ καὶ ζῶντας ἔλαβε· μόνος δὲ ὁ Ἱππόθοος ἠδυνήθη διαφυγεῖν ἀράμενος τὰ ὅπλα.
这位佩里拉俄斯率领大队人马突袭了强盗,将他们悉数诛杀,只生擒了少数几人;唯有希波托俄斯带上武器得以逃脱。
Ἔλαβε δὲ τὴν Ἄνθειαν Περίλαος καὶ πυθόμενος τὴν μέλλουσαν συμφορὰν ἠλέησεν· εἶχε δὲ ἄρα μεγάλης ἀρχὴν συμφορᾶς ὁ ἔλεος Ἀνθείας·2 ἄγει δὲ αὐτὴν καὶ τοὺς συλληφθέντας τῶν λῃστῶν εἰς Ταρσὸν τῆς Κιλικίας.
佩里拉俄斯救下了安特亚,得知她方才面临的厄运后对她心生怜悯;然而,对安特亚的这份怜悯恰恰成了另一场大祸的开端。他将她以及被擒的强盗押送往基利家的塔尔苏斯。
Ἡ δὲ συνήθης αὐτὸν τῆς κόρης ὄψις εἰς ἔρωτα ἤγαγε, καὶ κατὰ μικρὸν ἑαλώκει Περίλαος Ἀνθείας.3 Ὡς δὲ ἧκον εἰς Ταρσόν, τοὺς μὲν λῃστὰς εἰς τὴν εἱρκτὴν παρέδωκε, τὴν δὲ Ἄνθειαν ἐθεράπευεν. Ἦν δὲ οὔτε γυνὴ τῷ Περιλάῳ οὔτε παῖδες, καὶ περιβολὴ χρημάτων οὐκ ὀλίγη.
经常见到这少女的容貌引得他坠入爱河,渐渐地,佩里拉俄斯被安特亚彻底俘获。抵达塔尔苏斯后,他将强盗投入监狱,却悉心照料安特亚。佩里拉俄斯既无妻子也无子嗣,而且家资巨万。
Ἔλεγεν οὖν πρὸς τὴν Ἄνθειαν ὡς πάντα ἂν αὐτὴ γένοιτο Περιλάῳ, γυνὴ καὶ δεσπότις καὶ παῖδες.
于是他对安特亚说,她将成为佩里拉俄斯的一切:妻子、家中的女主宰和子嗣。
Ἡ δὲ τὰ μὲν πρῶτα ἀντεῖχεν, οὐκ ἔχουσα δὲ ὅ τι ποιήσειε βιαζομένῳ καὶ πολλῷ ἐγκειμένῳ, δείσασα μὴ καί τι τολμήσῃ βιαιότερον, συγκατατίθεται μὲν τὸν γάμον, ἱκετεύει δὲ αὐτὸν ἀναμεῖναι χρόνον ὀλίγον ὅσον ἡμερῶν τριάκοντα, καὶ ἄχραντον τηρῆσαι· καὶ σκήπτεται ὁ δὲ Περίλαος πείθεται4 καὶ ἐπόμνυται τηρήσειν αὐτὴν γάμων ἁγνὴν εἰς ὅσον ἂν ὁ χρόνος διέλθῃ.
起初她竭力抗拒,但面对他的强迫与步步紧逼,她不知所措,又害怕他会做出更为暴虐的举动,便答应了婚事,但恳求他宽限一小段时间,大约三十天,并在此期间保持她的清白之躯。她托辞推延,佩里拉俄斯应允了,并起誓在此期限过去之前使她在婚姻之事上保持贞洁。
- 2.13.2Τὸ μέλλον ἱερεῖον θύεσθαι, εἴτε ἄνθρωπος εἴτε βόσκημα εἴη, κρεμάσαντες ἐκ δένδρου καὶ διαστάντες ἠκόντιζον
宾格短语 Τὸ μέλλον ἱερεῖον θύεσθαι 置于句首充当话题前置。它既是主格复数分词 κρεμάσαντες 的直接宾语,又充当主动词 ἠκόντιζον 的投掷目标,在分词引入主语(强盗们)之前将共同宾语前置,先行凸显了被献祭的对象。
- 2.13.5ὁ ἔλεος Ἀνθείας
属格 Ἀνθείας 是依附于 ἔλεος 的宾格性属格(“对安特亚的怜悯”),承接了前文的动词 ἠλέησεν(佩里拉俄斯怜悯她),而非主格性属格(“安特亚所怀有的怜悯”)。在此分句中,ὁ ἔλεος Ἀνθείας 是主语,μεγάλης ἀρχὴν συμφορᾶς 作 εἶχε 的直接宾语。
- 2.13.6ἑαλώκει Περίλαος Ἀνθείας
动词 ἁλίσκομαι(此处为过去完成时 ἑαλώκει)支配属格 Ἀνθείας。其比喻义为“被……所俘获”、“爱上某人”,该被动语态含义的动词带属格以表示捕获者或使之沦陷的对象。
- 2.13.8καὶ σκήπτεται ὁ δὲ Περίλαος πείθεται
καὶ σκήπτεται 作不及物与绝对用法,意为“她借故推托”或“她设下借口”。其后紧接着以连词 δέ 引导的新主句 ὁ δὲ Περίλαος πείθεται,形成安特亚托辞与佩里拉俄斯听信之间的顺接对照。
