- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.16.1-1.16.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
科律姆博斯与欧克塞诺斯将哈布罗科墨斯和安提亚分别带开,各自替对方劝诱二人顺从求爱,但两人均请求给予时间考虑以暂缓答复。
Ἐν τούτῳ ἔκειντο ἄθυμοι, πολλὰ προσδοκῶντες, ἀλλήλοις διαλεγόμενοι, συνεχὲς ὀμνύοντες τηρήσειν τὰ συγκείμενα.
与此同时,两人沮丧地躺着,料想着种种不幸,彼此交谈,并不断起誓要坚守彼此的诺言。
Ἔρχονται δὴ πρὸς αὐτοὺς ὁ Κόρυμβος καὶ ὁ Εὔξεινος καὶ φράσαντες ἰδίᾳ τι θέλειν εἰπεῖν, ἀπάγουσι καθʼ αὑτοὺς ὁ μὲν τὴν Ἄνθειαν, ὁ δὲ τὸν Ἁβροκόμην. Τοῖς δὲ αἵ τε ψυχαὶ ἐκραδαίνοντο καὶ οὐδὲν ὑγιὲς ὑπενόουν.
这时,科律姆博斯和欧克塞诺斯来到他们面前,声称有私事要说,便将他们分别带开,一人带走安提亚,另一人带走哈布罗科墨斯。两人的心都怦怦直跳,预感绝无好事。
Λέγει οὖν ὁ Εὔξεινος πρὸς τὸν Ἁβροκόμην ὑπὲρ Κορύμβου μειράκιον, εἰκὸς μέν σε ἐπὶ τῇ συμφορᾷ φέρειν χαλεπῶς, οἰκέτην μὲν ἐξ ἐλευθέρου γενόμενον, πένητα δὲ ἀντʼ εὐδαίμονος· δεῖ δέ σε τῇ τύχῃ πάντα λογίσασθαι1 καὶ στέργειν τὸν κατέχοντα δαίμονα καὶ τοὺς γενομένους δεσπότας ἀγαπᾶν.
欧克塞诺斯便代表科律姆博斯对哈布罗科墨斯说道: “少年啊,你因这场灾祸而感到难以承受是情理之中的,毕竟你从自由人沦为了奴仆,从富贵堕入了贫贱。但你应当把这一切都归咎于命运,顺从支配着你的命数,并爱戴那些成为你主人的人。
Ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαιμοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ· ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. Πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν,2 εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπότην ἐργάσῃ.
你要知道,只要你愿意顺从主人科律姆博斯,你便完全有可能重获幸福与自由。因为他狂热地恋慕着你,并准备让你做他一切财产的主人。你不会遭受任何痛苦,反而能使主人对你更加友善体贴。
Ἐννόησον δὲ ἐν οἷς ὑπάρχεις· βοηθὸς μὲν οὐδείς, γῆ δὲ αὕτη ξένη καὶ δεσπόται λῃσταὶ καὶ οὐδεμία τιμωρίας ἀποφυγὴ ὑπερηφανήσαντι Κόρυμβον. Τί δέ σοι γυναικὸς δεῖ νῦν καὶ πραγμάτων;3 τί δὲ ἐρωμένης τηλικῷδε ὄντι; πάντα ἀπόρριψον, πρὸς μόνον δεῖ σε τὸν δεσπότην βλέπειν, τούτῳ κελεύσαντι ὑπακούειν.
你想想自己所处的境地吧:没有任何救助者,这里是异国他乡,主人们是海盗,蔑视科律姆博斯的人绝无逃脱惩罚的可能。如今你何须妻子和这许多烦扰?你这般年纪又何需情人?抛开这一切吧,你只需仰望主人一人,对他所命令的一切唯命是从。”
Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ἀχανὴς ἦν καὶ οὔτε τι ἀποκρίνεσθαι εὕρισκεν, ἐδάκρυε δὲ καὶ ἀνέστενε πρὸς αὑτὸν ἀφορῶν, εἰς οἷα ἄρα ἐλήλυθε· καὶ δὴ λέγει πρὸς τὸν Εὔξενον ἐπίτρεψον, δέσποτα, βουλεύσασθαι βραχύ, καὶ πρὸς πάντα ἀποκρινοῦμαί σοι τὰ ῥηθέντα.
哈布罗科墨斯听罢,顿时目瞪口呆,不知该如何回答,他只是流泪叹息,审视自身,感叹自己竟落到了这步田地。接着他对欧克塞诺斯说道: “主人,请容我稍作考虑,我定会对您所说的一切予以答复。”
Καὶ ὁ μὲν Εὔξεινος ἀνεχώρει· ὁ δὲ Κόρυμβος τῇ Ἀνθείᾳ διείλεκτο τὸν ἔρωτα τὸν Εὐξείνου καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ὅτι δεῖ πάντως αὐτὴν πείθεσθαι τοῖς δεσπόταις· ὑπέσχετο δὲ πολλά καὶ γάμον νόμιμον καὶ χρήματα πεισθείσῃ καὶ περιουσίαν. Ἡ δὲ αὐτῷ τὰ ὅμοια ἀπεκρίνατο, αἰτησαμένη βραχὺν βουλεύσασθαι χρόνον.
于是欧克塞诺斯先行退去。而科律姆博斯也一直在向安提亚诉说欧克塞诺斯的爱慕以及眼前的无可奈何,告诉她务必顺从主人们;并且许诺道,只要她顺从,便给予她明媒正娶的婚姻、钱财与丰厚的产业。但她也请求给予片刻时间考虑,作出了与哈布罗科墨斯相同的回答。
- 1.16.3τῇ τύχῃ πάντα λογίσασθαι
动词 λογίζομαι 与宾格 πάντα 以及与格 τῇ τύχῃ 连用,字面意为“将一切算在命运的账上”,即“把一切归咎于命运”。
- 1.16.4Πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν
形式 πείσῃ 虽在拼写上与 πείθομαι(服从)的将来时同形,但此处实为 πάσχω(遭受)的将来时中动态第二人称单数(来自 πείσομαι),与宾格 χαλεπὸν οὐδέν 构成习惯用法 χαλεπὸν πάσχειν(遭受痛苦),意为“你不会遭受任何痛苦”。
- 1.16.5Τί δέ σοι γυναικὸς δεῖ νῦν καὶ πραγμάτων;
无人称动词 δεῖ 支配人的与格(σοι)和所需事物的属格(γυναικός, πραγμάτων),表示“某人需要某物”。句首的疑问代词 τί 用作副词性宾格,意为“何需……”或“有何用处”。
