← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.4.1-1.4.7

哈布罗科墨斯的屈服与安忒亚的悲叹

哈布罗科墨斯试图抗拒爱意却无法承受,最终向厄洛斯屈服并乞求宽恕,但神怒未消;与此同时,安忒亚亦在暗中深受相思之苦并发出悲叹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1

Λαβὼν δὴ τὴν κόμην ὁ Ἁβροκόμης καὶ σπαράξας τὴν ἐσθῆτα φεῦ μοι τῶν κακῶν1 εἶπε, τί πέπονθα ὁ δυστυχής; ὁ μέχρι νῦν ἀνδρικὸς Ἁβροκόμης, ὁ καταφρονῶν Ἔρωτος, ὁ τῷ θεῷ λοιδορούμενος ἑάλωκα καὶ νενίκημαι καὶ παρθένῳ δουλεύειν ἀναγκάζομαι, καὶ φαίνεταί τις ἤδη καλλίων ἐμοῦ καὶ θεὸν Ἔρωτα καλῶ.

哈布罗科墨斯扯着头发,撕裂衣裳,说道: “哀哉,我的苦难! 可怜的我究竟遭遇了什么?直至如今都气概刚毅、鄙弃厄洛斯、辱骂神明的哈布罗科墨斯,如今竟被俘获,受人征服,不得不受制于一个少女做奴隶;如今竟有人显现得比我更美,而我竟称厄洛斯为神明!

§1.4.2

Ὦ πάντα ἄνανδρος ἐγὼ καὶ πονηρός· οὐ καρτερήσω νῦν; οὐ μενῶ γεννικός; οὐκ ἔσομαι καλλίων Ἔρωτος;

噢,我真是彻头彻尾的懦夫与可怜虫!难道我现在不能忍耐吗?难道我不能保持高尚吗?难道我不能比厄洛斯更美吗?

§1.4.3

οὐδὲν ὄντα θεὸν νικῆσαί με δεῖ.2 Καλὴ παρθένος· τί δέ; τοῖς σοῖς ὀφθαλμοῖς, Ἁβροκόμη, εὔμορφος Ἄνθεια, ἀλλ’, ἐὰν θέλῃς, οὐχὶ σοί. Δεδόχθω ταῦτα· οὐκ ἂν Ἔρως ποτέ μου κρατήσειε.

我必须战胜一个微不足道的神。少女虽美,那又如何?哈布罗科墨斯啊,在你的眼中安忒亚容貌姣好,但只要你愿意,对你而言就并非如此!就这么决定了:厄洛斯绝不可能制服我。”

§1.4.4

Ταῦτα ἔλεγε, καὶ ὁ θεὸς σφοδρότερος αὐτῷ ἐνέκειτο καὶ εἷλκεν ἀντιτείνοντα καὶ ὠδύνα μὴ θέλοντα. Οὐκέτι δὴ καρτερῶν, ῥίψας ἑαυτὸν εἰς γῆν νενίκηκας εἶπεν, Ἔρως, μέγα σοι τρόπαιον ἐγήγερται καθ’ Ἁβροκόμου τοῦ σώφρονος·

他正这般说着,那神明却更加猛烈地逼压于他,拖拽着抗拒的他,折磨着不从的他。他再也无法忍耐,将自己扑倒在地,说道: “你赢了, 厄洛斯!对恪守自制的哈布罗科墨斯,你已树立起一座巨大的胜利纪念碑。

§1.4.5

ἱκέτην ἔχεις. Σὺ δὲ σῶσον τὸν ἐπὶ σὲ καταπεφευγότα τὸν πάντων δεσπότην.3 Μή με περιίδῃς μηδὲ ἐπὶ πολὺ τιμωρήσῃ τὸν θρασύν. Ἄπειρος ὤν, Ἔρως, ἔτι τῶν σῶν ὑπερηφάνουν· ἀλλὰ νῦν Ἄνθειαν ἡμῖν ἀπόδος· γενοῦ μὴ πικρὸς μόνον ἀντιλέγοντι, ἀλλʼ εὐεργέτης ἡττωμένῳ θεός. Ταῦτα ἔλεγεν, ὁ δὲ Ἔρως ἔτι ὠργίζετο καὶ μεγάλην τῆς ὑπεροψίας ἐνενόει τιμωρίαν εἰσπράξασθαι τὸν Ἁβροκόμην.4

你得到了一个祈求者。求你拯救这逃向你——万物的主宰——的人吧。不要弃我不顾,也不要过久地惩罚狂妄之人。我从前毫无经验,厄洛斯啊,因而还对你的权能傲慢不逊;但现在请将安忒亚赐给我们吧。请不仅做对反抗者严厉的神,也做对屈服者施恩的神吧。” 他这般说着,厄洛斯却依然愤怒,盘算着要从哈布罗科墨斯身上索取对于其傲慢的重惩。

§1.4.6

Διέκειτο δὲ καὶ ἡ Ἄνθεια πονήρως· καὶ οὐκέτι φέρειν δυναμένη ἐπεγείρει ἑαυτήν, πειρωμένη τοὺς παρόντας λανθάνειν. Τί φησὶν ἡ δυστυχὴς πέπονθα; παρθένος παρʼ ἡλικίαν ἐρῶ καὶ ὀδυνῶμαι καινὰ καὶ κόρῃ μὴ πρέποντα. Ἐφʼ Ἁβροκόμῃ μαίνομαι καλῷ μέν, ἀλλʼ ὑπερηφάνῳ.

安忒亚同样陷入了痛苦的境地;她再也无法忍耐,便支撑着坐起身来,竭力避开在场众人的耳目。 “可怜的我,”她说道,“究竟遭遇了什么?身为少女,我竟过早地坠入爱河,承受着前所未有的、不合少女体统的剧痛。我为了哈布罗科墨斯而发狂,他固然俊美,却狂傲不逊。

§1.4.7

Καὶ τίς ἔσται ὁ τῆς ἐπιθυμίας ὅρος καὶ τί τὸ πέρας τοῦ κακοῦ; Σοβαρὸς οὗτος ἐρώμενος, παρθένος ἐγὼ φρουρουμένη· τίνα βοηθὸν λήψομαι; τίνι τἀμὰ κοινώσομαι; ποῦ δ’ Ἁβροκόμην ὄψομαι;

我的欲望何处是界限,这灾祸何处是终局?那意中人高傲自负,而身为少女的我却备受严密看管。我该向谁求助?我该向谁倾诉心事?又该在何处才能见到哈布罗科墨斯呢?”

语法注4 条
  1. 1.4.1φεῦ μοι τῶν κακῶν

    感叹词 φεῦ 与表示关涉的与格 μοι 以及表示感叹缘由的属格 τῶν κακῶν 连用的惯用表达。

  2. 1.4.3οὐδὲν ὄντα θεὸν νικῆσαί με δεῖ

    由非人称动词 δεῖ 统辖的带不定式对格结构,με 为不定式 νικῆσαι 的逻辑主语,θεόν 为宾语。现在分词短语 οὐδὲν ὄντα 修饰 θεόν,意为“微不足道的神”。

  3. 1.4.5τὸν ἐπὶ σὲ καταπεφευγότα τὸν πάντων δεσπότην

    短语 τὸν πάντων δεσπότην 作介词 ἐπί 的宾语第二人称代词 σέ 的同格成分,意为“万物的主宰”。因 σέ 为对格,故同格语亦采用对格。

  4. 1.4.5μεγάλην τῆς ὑπεροψίας ἐνενόει τιμωρίαν εἰσπράξασθαι τὸν Ἁβροκόμην

    中动相动词 εἰσπράττομαι(索取、处以)支配双对格:承受惩罚的人(τὸν Ἁβροκόμην)以及所施加的惩罚(μεγάλην τιμωρίαν);属格 τῆς ὑπεροψίας 则表原因或罪名(“因其傲慢”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.4.1-1.4.7