- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.3.1-1.3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巡游结束后,哈布罗科墨斯与安忒亚在神殿中相见并双双坠入情网,依依不舍分别归家后,二人在夜间饱受无可遏止的情火折磨。
Ὡς οὖν ἐτετέλεστο ἡ πομπή, ἦλθον δὲ εἰς τὸ ἱερὸν θύσοντες ἅπαν τὸ πλῆθος καὶ ὁ τῆς πομπῆς κόσμος ἐλέλυτο, ᾔεσαν δὲ ἐς ταὐτὸν ἄνδρες καὶ γυναῖκες, ἔφηβοι καὶ παρθένοι, ἐνταῦθα ὁρῶσιν ἀλλήλους, καὶ ἁλίσκεται Ἄνθεια ὑπὸ τοῦ Ἁβροκόμου, ἡττᾶται δὲ ὑπὸ τοῦ Ἔρωτος Ἁβροκόμης καὶ ἐνεώρα τε συνεχέστερον τῇ κόρῃ καὶ ἀπαλλαγῆναι τῆς ὄψεως ἐθέλων οὐκ ἐδύνατο· κατεῖχε δὲ αὐτὸν ἐγκείμενος ὁ θεός.
游行既毕,全众皆入圣所献祭,巡游队列亦告解散,男人与女人、青年与少女混杂于同一处;正在此时,二人相顾。安忒亚被哈布罗科墨斯俘获,而哈布罗科墨斯则为厄洛斯所征服;他更加凝神注视着少女,虽欲移开视线,却身不由己;盖因那神明正猛烈逼附,牢牢将他制服。
Διέκειτο δὲ καὶ Ἄνθεια πονήρως, ὅλοις μὲν καὶ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς τὸ Ἁβροκόμου κάλλος εἰσρέον δεχομένη, ἤδη δὲ καὶ τῶν παρθένοις πρεπόντων καταφρονοῦσα· καὶ γὰρ ἐλάλησεν ἄν τι, ἵνα Ἁβροκόμης ἀκούσῃ, καὶ μέρη τοῦ σώματος ἐγύμνωσεν ἂν1 τὰ δυνατά, ἵνα Ἁβροκόμης ἴδῃ· ὁ δὲ αὑτὸν ἐδεδώκει πρὸς τὴν θέαν καὶ ἦν αἰχμάλωτος τοῦ θεοῦ.
安忒亚亦陷入痛苦的境地,圆睁双眸迎纳着哈布罗科墨斯倾泻而来的美貌,甚至已不顾少女应有的端庄礼法。因为她时而故意出声言语,欲使哈布罗科墨斯听见;时而尽其所能袒露身体的部位,欲使哈布罗科墨斯瞧见;而他则完全沉溺于这凝视之中,已然沦为神明的俘虏。
Καὶ τότε μὲν θύσαντες ἀπηλλάττοντο λυπούμενοι καὶ τῷ τάχει τῆς ἀπαλλαγῆς μεμφόμενοι· καὶ ἀλλήλους βλέπειν ἐθέλοντες ἐπιστρεφόμενοι καὶ ὑφιστάμενοι πολλὰς προφάσεις διατριβῆς εὕρισκον.
此时,他们在献祭之后满怀忧伤地离去,怨恨分别来得太快;二人一心渴望互相对望,频频回首伫足,寻觅各种迁延逗留的借口。
Ὡς δὲ ἦλθον ἑκάτερος παρʼ ἑαυτόν, ἔγνωσαν τότε οἷ κακῶν ἐγεγόνεσαν·2 καὶ ἔννοια ἐκείνους ὑπῄει τῆς ὄψεως θατέρου καὶ ὁ ἔρως ἐν αὐτοῖς ἀνεκαίετο καὶ τὸ περιττὸν τῆς ἡμέρας3 αὐξήσαντες τὴν ἐπιθυμίαν, ἐπειδὴ εἰς ὕπνον ᾔεσαν, ἐν ἀθρόῳ γίνονται τῷ δεινῷ, καὶ ὁ ἔρως ἐν ἑκατέροις ἦν ἀκατάσχετος.
及至各自归家,方知自己已陷入何等苦难的深渊。对方容貌的记忆潜入心头,爱火在他们体内炽烈燃烧;在当日余下的辰光里,欲望不断滋长,及至就寝之时,他们顿感那可怕的折磨如狂潮般袭来,双双体内的爱意皆已不可遏止。
- 1.3.2ἐλάλησεν ἄν τι ... ἐγύμνωσεν ἂν
直陈式过去时+ἄν 表示过去反复或习惯性的动作("她不时说起……袒露……")。该句式在语法上亦可理解为虚拟式/反事实表达("她本想说……"),但从上下文看,此处旨在描写安忒亚在当时情境下不顾礼法、屡次试图吸引对方注意的实际举止。
- 1.3.4οἷ κακῶν ἐγεγόνεσαν
地点副词 οἷ 后接部分属格 κακῶν 的习惯搭配,引导间接疑问句,意为"他们陷入了何等境地的祸患中",表示其痛苦程度之深。
- 1.3.4τὸ περιττὸν τῆς ἡμέρας
表示时间跨度的副词性宾格,意为"在那天的余下时间里",作分词短语 αὐξήσαντες τὴν ἐπιθυμίαν(助长了欲望)的时间修饰成分。
