← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.5.1-1.5.9

二人的相思成疾与求问神谕的使者

哈布罗科墨斯与安忒亚因隐秘的恋情而日渐衰竭,父母们虽求助祭祀与术士却不见成效,最终决定遣使求问神谕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

Ταῦθʼ ἑκάτερος αὐτῶν δι’ ὅλης τῆς νυκτὸς ὠδύρετο, εἶχον δὲ πρὸ ὀφθαλμῶν τὰς ὄψεις τὰς ἑαυτῶν, τὰς εἰκόνας ἐπὶ τῆς ψυχῆς ἀλλήλων ἀναπλάττοντες· ὡς δὲ ἡμέρα ἐγένετο, ᾔει μὲν Ἁβροκόμης ἐπὶ τὰ συνήθη γυμνάσματα, ᾔει δὲ ἡ παρθένος ἐπὶ τὴν ἐξ ἔθους θρησκείαν τῆς θεοῦ.

他们两人整夜都在这般哀叹,眼前浮现着彼此的面容,在心灵中重塑着对方的身影。破晓之时,哈布罗科墨斯前去参加往常的锻炼,而少女则照例前往侍奉女神。

§1.5.2

Ἦν δὲ αὐτοῖς καὶ τὰ σώματα ἐκ τῆς παρελθούσης νυκτὸς πεπονηκότα καὶ τὸ βλέμμα ἄθυμον καὶ οἱ χρῶτες ἠλλαγμένοι· καὶ τοῦτο ἐπὶ πολὺ ἐγίνετο καὶ πλέον οὐδὲν αὐτοῖς ἦν.

他们两人的身体因度过的那一夜而疲惫不堪,眼神沮丧,面色改变;这种情状持续了很久,对他们却毫无裨益。

§1.5.3

Ἐν τούτῳ ἐν τῷ ἱερῷ τῆς θεοῦ διημερεύοντες ἐνεώρων ἀλλήλοις, εἰπεῖν τἀληθὲς φόβῳ πρὸς ἑκατέρους αἰδούμενοι· τοσοῦτο δέ· ἐστέναξεν ἄν ποτε1 Ἁβροκόμης καὶ ἐδάκρυσε καὶ προσεύχετο τῆς κόρης ἀκουούσης ἐλεεινῶς· ἡ δὲ Ἄνθεια ἔπασχε μὲν τὰ αὐτά, πολὺ δὲ μείζονι τῇ συμφορᾷ κατείχετο· εἰ δέ ποτε ἄλλας παρθένους ἢ γυναῖκας ἴδοι βλεπούσας εἰς ἐκεῖνον (ἑώρων δὲ ἅπασαι εἰς Ἁβροκόμην), δήλη ἦν λυπουμένη,2 μὴ παρευδοκιμηθῇ φοβουμένη. Εὐχαὶ δὲ αὐτοῖς ἑκατέροις ἦσαν πρὸς τὴν θεὸν κοινῇ, λανθάνουσαι μέν, ἀλλʼ ἐγίνοντο ὅμοιαι.

在此期间,他们终日在女神的圣所中度过,凝视着彼此,但出于对彼此的敬畏与恐惧,羞于吐露实情。不过仅有的一点是:哈布罗科墨斯偶尔会发出呻吟,落泪,并在那少女听得见的距离哀声祈祷;安忒亚经受着同样的折磨,却被更为沉重的灾祸所困扰。她若是看见其他少女或妇人注视着他(事实上所有人都在注视着哈布罗科墨斯),便显而易见地悲伤起来,担心自己被他人夺去荣光。他们各自都有向女神的共同祈愿,虽秘而不宣,却彼此相同。

§1.5.5

Χρόνου δὲ προϊόντος οὐκέτι τὸ μειράκιον ἐκαρτέρει, ἤδη δὲ αὐτῷ καὶ τὸ σῶμα πᾶν ἠφάνιστο καὶ ἡ ψυχὴ κατεπεπτώκει, ὥστε ἐν πολλῇ ἀθυμίᾳ τὸν Λυκομήδην καὶ τὴν Θεμιστὼ γεγονέναι, οὐκ εἰδότας μὲν ὅ τι εἴη τὸ συμβαῖνον Ἁβροκόμῃ, δεδοικότας δὲ ἐκ τῶν ὁρωμένων.

随着时间的推移,那青年再也支撑不住,如今他整个身体都已衰败,精神也已崩溃,以至于吕科墨德斯与忒弥斯托陷入极度的沮丧中,他们虽不知哈布罗科墨斯遭遇了什么,但目睹其景状便深感畏惧。

§1.5.6

Ἐν ὁμοίῳ δὲ φόβῳ καὶ ὁ Μεγαμήδης καὶ ἡ Εὐίππη περὶ τῆς Ἀνθείας καθειστήκεσαν, ὁρῶντες αὐτῆς τὸ μὲν κάλλος μαραινόμενον, τὴν δὲ αἰτίαν οὐ φαινομένην τῆς συμφορᾶς. Τέλος δ’ εἰσάγουσι παρὰ τὴν Ἄνθειαν μάντεις καὶ ἱερέας, ὡς εὑρήσοντας3 λύσιν τοῦ δεινοῦ.

墨伽墨德斯与厄伊珀关于安忒亚也陷入同样的恐惧之中,看着她的美貌日渐凋零,而灾祸的原委却隐而不见。最后,他们将占卜师和祭司带到安忒亚身边,指望他们能找到解除这可怕灾祸的方法。

§1.5.7

Οἱ δὲ ἐλθόντες ἔθυόν τε ἱερεῖα καὶ ποικίλα ἐπέσπενδον καὶ ἐπέλεγον φωνὰς βαρβαρικάς, ἐξιλάσκεσθαί τινας λέγοντες δαίμονας, καὶ προσεποιοῦντο ὡς εἴη τὸ δεινὸν ἐκ τῶν ὑποχθονίων θεῶν.

这些人到来后便宰杀牺牲,浇奠各种祭酒,念诵异族的咒语,声称要安抚某些神灵,并假称这灾难来自地底的诸神。

§1.5.8

Πολλὰ δὲ καὶ ὑπὲρ Ἁβροκόμου οἱ περὶ τὸν Λυκομήδην ἔθυόν τε καὶ εὔχοντο· λύσις δὲ οὐδεμία τοῦ δεινοῦ οὐδὲ ἑτέρῳ αὐτῶν ἐγίνετο, ἀλλὰ καὶ ἔτι μᾶλλον ὁ ἔρως ἀνεκάετο.

吕科墨德斯一家也为哈布罗科墨斯献上了许多祭品和祈祷;然而两人可怕的灾祸都没有得到任何化解,反而是爱情之火越烧越旺。

§1.5.9

Ἔκειντο μὲν δὴ ἑκάτεροι νοσοῦντες, πάνυ ἐπισφαλῶς διακείμενοι, ὅσον οὐδέπω4 τεθνήξεσθαι προσδοκώμενοι, κατειπεῖν αὑτῶν τὴν συμφορὰν μὴ δυνάμενοι. Τέλος δὲ πέμπουσιν οἱ πατέρες ἑκατέρων εἰς θεοῦ5 μαντευσόμενοι τήν τε αἰτίαν τῆς νόσου καὶ τὴν ἀπαλλαγήν.

于是两人都卧病在床,处境极度凶险,人人以为他们随时都会死去,而他们自己却无法道出这灾祸的真相。最终,双方的父亲派遣使者前往神圣之所,求问神谕以探明病因及解救之道。

语法注5 条
  1. 1.5.3ἐστέναξεν ἄν ποτε

    ἄν 连用直陈式不定过去时(ἐστέναξεν 与 ἐδάκρυσε,并列未完成过去时 προσεύχετο)表示过去经常发生或反复出现的动作(“偶尔会叹息”),而非潜势或与过去事实相反的虚拟语气。

  2. 1.5.4δήλη ἦν λυπουμένη

    形容词 δῆλος 作表语、主语为人并带分词 λυπουμένη 的人称句构式(“她显而易见在悲伤”),相当于非人称结构 δῆλον ἦν ὅτι... 的古典希腊语常见用法。

  3. 1.5.6ὡς εὑρήσοντας

    连词 ὡς 连用阳性复数宾格将来分词(εὑρήσοντας,与 μάντεις καὶ ἱερέας 一致),表示动作发出者(父母)主观期望的目的(“指望他们能找出解救之策”)。

  4. 1.5.9ὅσον οὐδέπω

    惯用副词短语,意为“随时”、“立刻”、“几乎马上”(字面意为“唯独尚未”)。修饰将来不定式 τεθνήξεσθαι,表示奄奄一息、死亡迫在眉睫的情形。

  5. 1.5.9εἰς θεοῦ

    介词 εἰς 后接所有格 θεοῦ 的省略构式,通常省去了 ἱερόν(圣所、神庙)或 χρηστήριον(神谕所),意为“前往神之圣所/神谕处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.5.1-1.5.9