← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.2.1-1.2.9

阿耳忒弥斯祭典游行与邂逅安忒亚

厄洛斯因哈布罗科墨斯的傲慢而大怒并伺机报复;正值以弗所举行阿耳忒弥斯游行,绝美少女安忒亚与哈布罗科墨斯相继登场惊艳全场,二人亦由此互生爱慕之情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

Μηνίει πρὸς ταῦτα ὁ Ἔρως· φιλόνεικος γὰρ ὁ θεὸς καὶ ὑπερηφάνοις ἀπαραίτητος· ἐζήτει δὲ τέχνην κατὰ τοῦ μειρακίου· καὶ γὰρ καὶ τῷ θεῷ δυσάλωτος ἐφαίνετο. Ἐξοπλίσας οὖν ἑαυτὸν καὶ πᾶσαν δύναμιν ἐρωτικῶν φαρμάκων περιβαλόμενος ἐστράτευεν ἐφ’ Ἁβροκόμην.

厄洛斯对此勃然大怒;因为这位神明好胜争强,且对傲慢者绝不宽贷。于是他寻思对付这青年的计策;因为即便是对这位神明而言,他也显得难以征服。厄洛斯便全副武装,将情药的全部威力披挂在身,向哈布罗科墨斯进军。

§1.2.2

Ἤγετο δὲ τῆς Ἀρτέμιδος ἐπιχώριος ἑορτὴ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν· στάδιοι δέ εἰσιν ἑπτά· ἔδει δὲ πομπεύειν πάσας τὰς ἐπιχωρίους παρθένους κεκοσμημένας πολυτελῶς καὶ τοὺς ἐφήβους, ὅσοι τὴν αὐτὴν ἡλικίαν εἶχον τῷ Ἁβροκόμῃ. Ἦν δὲ αὐτὸς περὶ τὰ ἓξ καὶ δέκα ἔτη καὶ τῶν ἐφήβων προσήπτετο1 καὶ ἐν τῇ πομπῇ τὰ πρῶτα ἐφέρετο.

当时,城中正举行阿耳忒弥斯的本地节庆,队伍自城中走向圣所;距离为七斯塔狄翁。盛装打扮的所有本地少女,以及与哈布罗科墨斯同龄的青年们,都须列队巡游。他本人年约十六岁,刚入青年之列,在游行队伍中居于首位。

§1.2.3

Πολὺ δὲ πλῆθος ἐπὶ τὴν θέαν, πολὺ μὲν ἐγχώριον, πολὺ δὲ ξενικόν· καὶ γὰρ ἔθος ἦν ἐν ἐκείνῃ τῇ πανηγύρει καὶ νυμφίους ταῖς παρθένοις εὑρίσκεσθαι καὶ γυναῖκας τοῖς ἐφήβοις.

聚集前来观看的人群极其拥挤,许多是本地人,许多是异乡人;因为在那场盛会上,历来有为少女物色新郎、为青年寻觅妻室的风俗。

§1.2.4

Παρῄεσαν δὲ κατὰ στίχον οἱ πομπεύοντες· πρῶτα μὲν τὰ ἱερὰ καὶ δᾷδες καὶ κανᾶ καὶ θυμιάματα· ἐπὶ τούτοις ἵπποι καὶ κύνες καὶ σκεύη κυνηγετικὰ ὧδε πολεμικά,2 τὰ δὲ πλεῖστα εἰρηνικά. ἑκάστη δὲ αὐτῶν οὕτως ὡς πρὸς ἐραστὴν ἐκεκόσμητο.

巡游的人们按行次前进:首先是圣物、火炬、盛物篮与熏香;随之而来的是骏马、猎犬和狩猎用具,其中有些是武器,但大部分是和平之物。少女中的每一位都打扮得如同去会情郎一般。

§1.2.5

Ἦρχε δὲ τῆς τῶν παρθένων τάξεως Ἄνθεια, θυγάτηρ Μεγαμήδους καὶ Εὐίππης, ἐγχωρίων. Ἦν δὲ τὸ κάλλος τῆς Ἀνθείας οἷον θαυμάσαι καὶ πολὺ τὰς ἄλλας ὑπερεβάλλετο παρθένους. Ἔτη μὲν τεσσαρεσκαίδεκα ἐγεγόνει, ἤνθει δὲ αὐτῆς τὸ σῶμα ἐπʼ εὐμορφίᾳ, καὶ ὁ τοῦ σχήματος κόσμος πολὺς εἰς ὥραν συνεβάλλετο· κόμη ξανθή, ἡ πολλὴ καθειμένη, ὀλίγη πεπλεγμένη, πρὸς τὴν τῶν ἀνέμων φορὰν κινουμένη· ὀφθαλμοὶ γοργοί, φαιδροὶ μὲν ὡς κόρης, φοβεροὶ δὲ ὡς σώφρονος· χιτὼν ἁλουργής, ζωστὸς εἰς γόνυ, μεχρὶ βραχιόνων καθειμένος, νεβρὶς περικειμένη, γωρυτὸς ἀνημμένος, τόξα, ἄκοντες φερόμενοι, κύνες ἑπόμενοι.

率领少女方阵的是安忒亚,她是本地人墨伽墨得斯与欧伊佩的女儿。安忒亚的美貌令人叹为观止,远胜其他少女。她年方十四岁,身躯正在秀丽中盛开;而其仪容装扮更大大增添了青春的娇妍。她有一头金发,大部分披散垂落,少许编结,随风势飘拂。她的眼眸锐利逼人,作为少女显得明朗亮丽,作为端庄之人又令人望而生畏。她身穿深红短袍,束带齐膝,垂至双臂;身披鹿皮,背佩箭筒,手携弓箭与投枪,猎犬相随。

§1.2.7

Πολλάκις αὐτὴν ἐπὶ τοῦ τεμένους ἰδόντες Ἐφέσιοι προσεκύνησαν ὡς Ἄρτεμιν. Καὶ τότʼ οὖν ὀφθείσης3 ἀνεβόησε τὸ πλῆθος, καὶ ἦσαν ποικίλαι παρὰ τῶν θεωμένων φωναί, τῶν μὲν ὑπʼ ἐκπλήξεως τὴν θεὸν εἶναι λεγόντων, τῶν δὲ ἄλλην τινὰ ὑπὸ τῆς θεοῦ περιποιημένην· προσεύχοντο δὲ πάντες καὶ προσεκύνουν καὶ τοὺς γονεῖς αὐτῆς ἐμακάριζον· ἦν δὲ διαβόητος τοῖς θεωμένοις ἅπασιν Ἄνθεια ἡ καλή.

以弗所人常在圣域中见到她,便如同敬奉阿耳忒弥斯那样俯伏顶礼。因此当时她一露面,人群便高声惊呼,观看的人中发出了各种赞叹之声:有的惊愕地称她就是女神本尊,有的则说是女神所特造的另一位。众人都向她祈祷并顶礼下拜,称颂她的父母有福;在所有观者口中,"美丽的安忒亚"之名传颂不已。

§1.2.8

Ὡς δὲ παρῆλθε τὸ τῶν παρθένων πλῆθος, οὐδεὶς ἄλλο τι ἢ Ἄνθειαν ἔλεγεν· ὡς δὲ Ἁβροκόμης μετὰ τῶν ἐφήβων ἐπέστη, τοὐνθένδε, καίτοι καλοῦ ὄντος τοῦ κατὰ τὰς παρθένους θεάματος, πάντες ἰδόντες Ἁβροκόμην ἐκείνων ἐπελάθοντο, ἔτρεψαν δὲ τὰς ὄψεις ἐπʼ αὐτὸν βοῶντες ὑπὸ τῆς θέας ἐκπεπληγμένοι, καλὸς Ἁβροκόμης λέγοντες, καὶ οἷος οὐδὲ εἷς καλοῦ μίμημα θεοῦ.

当少女群队过去之后,无人再言及其他,唯道安忒亚;但当哈布罗科墨斯与青年们一同登场时,从那一刻起,尽管少女们的景致固然美丽,所有人一见到哈布罗科墨斯便将她们忘得一干二净,将目光全转向了他,被这景象震撼得高声喊道: "俊美的哈布罗科墨斯!" 众人说道,"绝无仅有之人,俊美神明的写照!"

§1.2.9

Ἤδη δέ τινες καὶ τοῦτο προσέθεσαν οἷος ἂν γάμος γένοιτο4 Ἁβροκόμου καὶ Ἀνθείας. Καὶ ταῦτʼ ἦν πρῶτα τῆς Ἔρωτος τέχνης μελετήματα. Ταχὺ μὲν δὴ εἰς ἑκατέρους ἡ περὶ ἀλλήλων ἦλθε δόξα· καὶ ἥ τε Ἄνθεια τὸν Ἁβροκόμην ἐπεθύμει ἰδεῖν, καὶ ὁ τέως ἀνέραστος Ἁβροκόμης ἤθελεν Ἄνθειαν ἰδεῖν.

更有人随即附和道: "若是哈布罗科墨斯与安忒亚成婚,将是何等美事!" 而这些正是厄洛斯巧计的初次试演。很快,关于彼此的风声传到了二人耳中;安忒亚渴望一见哈布罗科墨斯,而此前不曾动情的哈布罗科墨斯也一心想要见到安忒亚。

语法注4 条
  1. 1.2.2τῶν ἐφήβων προσήπτετο

    中动动词 προσάπτομαι 在此处支配属格,意为"触及"、"达及",表示他在年龄上刚刚迈入青年(ephebos)群体的阶段。

  2. 1.2.4ὧδε πολεμικά

    副词 ὧδε(如此、这样)在此具有类似形容词或插入成分的作用,与后文的 τὰ δὲ πλεῖστα εἰρηνικά(大部分是和平之物)形成语义对比。部分校订者曾怀疑其为 ὀλίγα(少数)之误,但按现有文本可理解为"这般的武器,而大多数则为和平用具"。

  3. 1.2.7ὀφθείσης

    属格独立结构,由于逻辑主语(指代安忒亚的代词 αὐτῆς 等)从上下文即可明显推知,故予以省略。

  4. 1.2.9οἷος ἂν γάμος γένοιτο

    感叹代词/关系代词 οἷος 后接 ἄν 与希求语气动词(γένοιτο),构成表示潜在感叹("那该是何等美妙的结合啊!")的结构,含有期盼与推测的语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.2.1-1.2.9