← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.1.1-1.1.6

哈布罗科墨斯的美貌与对爱神的蔑视

故事引出以弗所权贵之子哈布罗科墨斯,描写了他旷世绝伦的美貌与才艺、受到的狂热崇拜,以及他极其傲慢自负、公然藐视爱神厄洛斯的态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.1

Ἦν ἐν Ἐφέσῳ ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων,1 Λυκομήδης ὄνομα. Τούτῳ τῷ Λυκομήδει ἐκ γυναικὸς ἐπιχωρίου Θεμιστοῦς γίνεται παῖς Ἁβροκόμης, μέγα τι χρῆμα κάλλους οὔτε ἐν Ἰωνίᾳ οὔτε ἐν ἄλλῃ γῇ πρότερον γενομένου.2

在以弗所,有一位名叫吕科墨得斯的人,是当地最有权势的人物之一。这位吕科墨得斯与当地女子忒弥斯托生得一子,名叫哈布罗科墨斯;他的美貌绝世无双,无论在爱奥尼亚还是在其他土地上,都从未有过如此之美。

§1.1.2

Οὗτος ὁ Ἁβροκόμης ἀεὶ μὲν καὶ καθʼ ἡμέραν εἰς κάλλος ηὔξετο, συνήνθει δὲ αὐτῷ τοῖς τοῦ σώματος καλοῖς καὶ τὰ τῆς ψυχῆς ἀγαθά· παιδείαν τε γὰρ πᾶσαν ἐμελέτα καὶ μουσικὴν ποικίλην ἤσκει, θήρα δὲ αὐτῷ καὶ ἱππασία καὶ ὁπλομαχία συνήθη γυμνάσματα.

这位哈布罗科墨斯一天天地越发俊美,与他身体之美并蒂绽放的,还有他心灵的诸般美德。因为他研习一切文化教养,操练各样文雅技艺,打猎、骑术和器械格斗则是他日常的锻炼。

§1.1.3

Ἦν δὲ περισπούδαστος ἅπασιν Ἐφεσίοις, ἀλλὰ καὶ τοῖς τὴν ἄλλην Ἀσίαν οἰκοῦσι, καὶ μεγάλας εἶχον ἐν αὐτῷ τὰς ἐλπίδας ὅτι πολίτης ἔσοιτο διαφέρων. Προσεῖχον δὲ ὡς θεῷ τῷ μειρακίῳ· καί εἰσιν ἤδη τινὲς οἳ καὶ προσεκύνησαν ἰδόντες καὶ προσεύξαντο.

他受到全体以弗所人的热烈追捧,甚至居住在小亚细亚其他地方的人也无不倾慕,人们对他寄予厚望,深信他将来必是一位卓越的公民。众人敬重这位青年,如同敬奉神明;甚至已经有人在见到他时俯伏跪拜并向他祈祷。

§1.1.4

Ἐφρόνει δὲ τὸ μειράκιον ἐφʼ ἑαυτῷ μέγα καὶ ἠγάλλετο μὲν καὶ τοῖς τῆς ψυχῆς κατορθώμασι, πολὺ δὲ μᾶλλον τῷ κάλλει τοῦ σώματος· πάντων δὲ τῶν ἄλλων, ὅσα δὴ ἐλέγετο καλά, ὡς ἐλαττόνων κατεφρόνει καὶ οὐδὲν αὐτῷ, οὐ θέαμα, οὐκ ἄκουσμα ἄξιον Ἁβροκόμου κατεφαίνετο·

然而,这位青年自视甚高,虽然他也为自己心灵的造诣感到自豪,但更为自负的则是自己身体的美貌。对于其他一切被称为美好的事物,他都视作低劣而予以蔑视;在他看来,没有任何景象、没有任何言谈配得上哈布罗科墨斯。

§1.1.5

καὶ εἴ τινα ἢ παῖδα καλὸν ἀκούσαι ἢ παρθένον εὔμορφον, κατεγέλα τῶν λεγόντων ὡς οὐκ εἰδότων ὅτι εἴη εἷς καλὸς αὐτός. Ἔρωτά γε μὴν οὐδὲ ἐνόμιζεν εἶναι θεόν, ἀλλὰ πάντη ἐξέβαλεν οὐδὲν ἡγούμενος, λέγων ὡς οὐκ ἄν ποτέ τις ἐρασθείη οὐδὲ ὑποταγείη τῷ θεῷ μὴ θέλων·3 εἰ δέ που ἱερὸν ἢ ἄγαλμα Ἔρωτος εἶδε, κατεγέλα, ἀπέφαινέ τε ἑαυτὸν Ἔρωτος παντὸς καλλίονα. Καὶ εἶχεν οὕτως· ὅπου γὰρ Ἁβροκόμης ὀφθείη, οὔτε ἄγαλμα καλὸν ἐφαίνετο οὔτε εἰκὼν ἐπῃνεῖτο.

倘若他听说有哪位少年俊美或哪位少女秀丽,他便嘲笑那些说话的人,视他们为不知唯有他自己才是绝美之人。不仅如此,他甚至不承认厄洛斯是神,完全将他视若无物而加以摒弃,声称若非出于自愿,绝不会有人坠入情网或降服于这位神明;假若他在何处见到了厄洛斯的圣所或雕像,便加以哂笑,宣称自己比任何厄洛斯都要俊美。而事实确乎如此:凡是哈布罗科墨斯出现的地方,没有任何雕像显得美丽,也没有任何画像为人称赞。

语法注3 条
  1. 1.1.1τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων

    中性复数 τὰ πρῶτα 与分词 δυναμένων 连用,作内在宾语(或副词性宾格),构成表示“居首位有权势者/最具权势者”的惯用表达。整个属格分词短语作为 ἀνήρ 的部分属格。

  2. 1.1.1μέγα τι χρῆμα κάλλους οὔτε ἐν Ἰωνίᾳ οὔτε ἐν ἄλλῃ γῇ πρότερον γενομένου

    短语 μέγα τι χρῆμα 带有属格,是表示“……的绝大/惊人之物”的迂回惯用语,在此与 παῖς 作同位语。分词 γενομένου 在性、数、格上修饰前面的属格名词 κάλλους(而非 χρῆμα),意为“此前从未出现过的美貌”。

  3. 1.1.5μὴ θέλων

    带否定词 μή 的分词在此用作条件分词,相当于 εἰ μὴ θέλοι(“除非自愿”/“如果不愿意”),为主句间接引语中的潜能希求法(οὐκ ἄν ποτέ τις ἐρασθείη...)构成条件从句前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.1.1-1.1.6