← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.15.1-1.15.6

科律姆博斯与欧克塞诺斯的情感密约

抵达推罗后,科律姆博斯难耐对哈布罗科墨斯的爱意,向同伙海盗欧克塞诺斯倾诉求助;不料欧克塞诺斯亦倾心于安提亚,两人遂达成协议,互相替对方游说所爱之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.1

Καὶ ἐν μὲν τῷ πλῷ οὔτε πεῖσαι δυνατὸν ἐδόκει εἶναι· ἑώρα γὰρ ὡς διάκειται μὲν ὑπʼ ἀθυμίας πονήρως, ἑώρα δὲ καὶ τῆς Ἀνθείας ἐρῶντα· ἀλλὰ καὶ τὸ βιάζεσθαι χαλεπὸν εἶναι αὐτῷ κατεφαίνετο· ἐδεδοίκει γὰρ μή τι ἑαυτὸν ἐργάσηται δεινόν·1

在航行期间,试图说服他似乎是不可能的;因为科律姆博斯看到他因沮丧而心力交瘁,又见他深爱着安提亚。然而用强似乎也很困难,因为他担心哈布罗科墨斯会做出什么自戕的惨事来。

§1.15.2

ἐπεὶ δὲ κατήχθησαν εἰς Τύρον, οὐκέτι καρτερῶν τὰ μὲν πρῶτα ἐθεράπευε τὸν Ἁβροκόμην καὶ θαρρεῖν παρεκάλει καὶ πᾶσαν ἐπιμέλειαν προσέφερεν·

但是当他们抵达推罗后,科律姆博斯再也忍耐不住,起初他竭力讨好哈布罗科墨斯,劝勉他振作起来,并给予无微不至的照料。

§1.15.3

ὁ δὲ ἐλεοῦντα τὸν Κόρυμβον ἐνόμιζεν αὐτοῦ ποιεῖσθαι τὴν ἐπιμέλειαν· τὸ δεύτερον δὲ ἀνακοινοῦται ὁ Κόρυμβος τὸν ἔρωτα τῶν συλλῃστῶν τινι, Εὐξείνῳ τοὔνομα, καὶ δεῖται βοηθὸν γενέσθαι καὶ συμβουλεῦσαι τίνι τρόπῳ δυνήσεται πεῖσαι τὸ μειράκιον.

而哈布罗科墨斯却以为,科律姆博斯照料自己只是出于怜悯。随后,科律姆博斯将这份爱意倾诉给同伙的一名海盗,其名叫欧克塞诺斯,并请求他相助,为自己出谋划策,看用什么方法才能说服这位少年。

§1.15.4

Ὁ δὲ Εὔξεινος ἄσμενος ἀκούει τὰ περὶ τοῦ Κορύμβου· καὶ γὰρ αὐτὸς ἐπʼ Ἀνθείᾳ διέκειτο πονήρως καὶ ἤρα τῆς κόρης σφοδρὸν ἔρωτα· λέγει δὲ πρὸς τὸν Κόρυμβον καὶ τὰ αὑτοῦ καὶ συνεβούλευσε μὴ ἐπὶ πλέον ἐπανιᾶσθαι, ἀλλʼ ἔργου ἔχεσθαι·2

欧克塞诺斯非常高兴地听了科律姆博斯的情况;因为他自己也为安提亚备受折磨,同样对那少女怀着强烈的恋慕。他向科律姆博斯倾诉了自己的心思,并劝他不要再独自苦恼,而应放手去干。

§1.15.5

καὶ γὰρ ἔφη σφόδρα ἀγεννὲς κινδυνεύοντας καὶ παραβαλλομένους μὴ ἀπολαύειν μετὰ ἀδείας ὧν ἐκτησάμεθα πόνων·3 δυνησόμεθα δὲ αὐτοὺς ἔλεγεν ἐξαιρέτους παρὰ Ἀψύρτου λαβεῖν δωρεάν.

“因为,”他说道,“我们冒着生命危险出生入死,若不能心安理得地享用我们历尽艰辛得来的战利品,那实在太不成体统了。而且,”他接着说,“我们将能从阿普苏尔托斯那里把他们作为特许的奖赏免费索取过来。”

§1.15.6

Ταῦτα εἰπὼν ῥᾳδίως ἔπεισεν αὐτὸν ἐρῶντα. Καὶ δὴ συντίθενται κατὰ ταὐτὰ τοὺς ὑπὲρ ἀλλήλων ποιήσασθαι λόγους καὶ πείθειν οὗτος μὲν Ἁβροκόμην, Κόρυμβος δὲ Ἄνθειαν.

说完这番话,他轻易地说服了陷入情网的科律姆博斯。于是他们达成一致,各自为对方充当说客:欧克塞诺斯去劝说哈布罗科墨斯,而科律姆博斯去劝说安提亚。

语法注3 条
  1. 1.15.1μή τι ἑαυτὸν ἐργάσηται δεινόν

    由恐惧动词 ἐδεδοίκει 引出的 μή 虚词从句,保留虚拟式以增强生动性。动词 ἐργάζομαι 支配双宾格(表示人的 ἑαυτόν 与表示事物的 τι δεινόν),意为“唯恐他对自己做出什么可怕的事(如自尽)”。

  2. 1.15.4ἔργου ἔχεσθαι

    中间态动词 ἔχομαι 支配属格(ἔργου)的固定惯用表达,字面义为“紧抓工作”,引申为“着手行动、付诸实行”。

  3. 1.15.5ὧν ἐκτησάμεθα πόνων

    包含关系代词同化(attraction)与先行词并入(incorporation)的句式。其原本结构为 τούτων τῶν πόνων οὓς ἐκτησάμεθα,此处先行词 πόνων 被并入关系从句中,且代词 ὧν 被主句动词 ἀπολαύειν 所要求的属格所同化,意为“我们历尽辛劳所得之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.15.1-1.15.6