← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.14.1-1.14.7

焚船与押解至推罗

科律姆博斯烧毁船只并将残余人员烧死,仅带走哈布罗科墨斯、安提亚与部分财物;哈布罗科墨斯的养育者试图泅水追随却溺水身亡。海盗一行抵达推罗并移驻至头领阿普苏尔托斯的庄园,途中科律姆博斯对哈布罗科墨斯产生了狂热的情欲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.1

Ἀκούσας ὁ Κόρυμβος εὐθὺς μὲν ἐκέλευσε φείσασθαι φονεύοντας,1 μεταθέμενος δὲ τὰ τιμιώτερα τῶν φορτίων καὶ τὸν Ἁβροκόμην καὶ τὴν Ἄνθειαν ἄλλους τε τινὰς τῶν οἰκετῶν ὀλίγους ἐνέπρησε τὴν ναῦν, καὶ οἱ λοιποὶ πάντες κατεφλέχθησαν· τὸ γὰρ πάντας ἄγειν οὔτε ἐδύνατο οὔτε ἀσφαλὲς ἑώρα.2

科律姆博斯听了这番话,立刻命令正在杀戮的手下住手留情;他将货物中较为贵重之物,以及哈布罗科墨斯、安提亚和少数其他仆婢转移到自己的船上,随后放火点燃了原船,其余所有人都被活活烧死;因为他既无法将所有人全部带走,也认为这样做并不安全。

§1.14.2

Ἦν δὲ τὸ θέαμα ἐλεεινόν, τῶν μὲν ἐν τῇ τριήρει ἀναγομένων τῶν δὲ ἐν τῇ νηὶ φλεγομένων τὰς χεῖρας ἐκτεινόντων καὶ ὀλοφυρομένων.

那是一幅极为凄惨的景象:一拨人乘着三列桨战船被押解出海,而另一拨人在燃烧的船中伸出双手哀号。

§1.14.3

Καὶ οἱ μὲν ἔλεγον ποῖ ποτε ἀχθήσεσθε, δεσπόται; τίς ὑμᾶς ὑποδέξεται γῆ, καὶ τίνα πόλιν οἰκήσετε; οἱ δὲ3 ὦ μακάριοι, μέλλοντες ἀποθνήσκειν εὐτυχῶς πρὸ τοῦ πειραθῆναι δεσμῶν, πρὸ τοῦ δουλείαν λῃστρικὴν ἰδεῖν. Ταῦτα λέγοντες οἱ μὲν ἀνήγοντο, οἱ δὲ κατεφλέγοντο.

一拨人说道: “主人啊,你们究竟要被带往何方?什么土地会接纳你们,你们又将在哪座城邦栖身?” 而另一拨人则说: “啊,有福的人们啊,你们得以在尝到桎梏之前、在目睹沦为盗匪奴隶之前幸运地死去!” 他们一面如此呼喊着,一拨人被押运出海,另一拨人则被烈焰吞噬。

§1.14.4

Ἐν τούτῳ δὲ ὁ τροφεὺς τοῦ Ἁβροκόμου πρεσβύτης ἤδη, σεμνὸς ἰδεῖν καὶ διὰ τὸ γῆρας ἐλεεινός, οὐκ ἐνεγκὼν ἀναγόμενον τὸν Ἁβροκόμην, ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἐνήχετο ὡς καταληψόμενος τὴν τριήρη τίνι με καταλείπεις, τέκνον λέγων, τὸν γέροντα, τὸν παιδαγωγόν;

此时,哈布罗科墨斯的养育者已是一位老人,仪容庄严,却因年迈而令人怜悯;他无法忍受哈布罗科墨斯被押解而去,便跳入海中游水追赶,试图赶上那艘战船,口中喊道: “孩子,你把我撇给谁呢?我这风烛残年的老者,你的蒙馆师!

§1.14.5

ποῖ δὲ ἀπερχόμενος, Ἁβροκόμη; αὐτὸς ἀπόκτεινόν με τὸν δυστυχῆ καὶ θάψον· τί γάρ ἐστί μοι ζῆν ἄνευ σοῦ; Ταῦτα ἔλεγε καὶ τέλος ἀπελπίσας ἔτι Ἁβροκόμην ὄψεσθαι, παραδοὺς ἑαυτὸν τοῖς κύμασιν ἀπέθανε.

哈布罗科墨斯,你究竟要去往何方?亲手杀了我这个不幸的人并埋葬我吧;因为没有你,我活着还有什么意义?” 他反复说着这些话,最后对再见到哈布罗科墨斯感到绝望,便任由自己没入波涛之中溺毙。

§1.14.6

Τοῦτο δὲ Ἁβροκόμῃ πάντων ἦν ἐλεεινότατον· καὶ γὰρ τὰς χεῖρας ἐξέτεινε τῷ πρεσβύτῃ καὶ τοὺς πειρατὰς ἀναλαμβάνειν παρεκάλει· οἱ δὲ οὐδένα λόγον ποιησάμενοι, διανύσαντες ἡμέραις τρισὶ τὸν πλοῦν κατήχθησαν εἰς πόλιν τῆς Φοινίκης Τύρον, ἔνθα ἦν τοῖς πειραταῖς τὰ οἰκεῖα.

这对哈布罗科墨斯而言是所有事情中最令人痛心的;他向老人伸出双手,哀求海盗们将其救起;但海盗们根本不予理睬,在经过三天的航行后,他们抵达了腓尼基的城邦推罗,那里是海盗们的根据地所在。

§1.14.7

Ἦγον δὲ αὐτοὺς εἰς αὐτὴν μὲν τὴν πόλιν οὐχί, εἰς πλησίον δέ τι χωρίον ἀνδρὸς ἄρχοντος λῃστηρίου, Ἀψύρτου τοὔνομα, οὗ καὶ ὁ Κόρυμβος ἦν ὑπηρέτης ἐπὶ μισθῷ καὶ μέρει τῶν λαμβανομένων. Ἐν δὲ τῷ τοῦ πλοὸς διαστήματι ἐκ πολλῆς τῆς καθʼ ἡμέραν ὄψεως ἐρᾷ ὁ Κόρυμβος τοῦ Ἁβροκόμου σφοδρὸν ἔρωτα, καὶ αὐτὸν ἡ πρὸς τὸ μειράκιον συνήθεια ἐπὶ πλέον ἐξέκαε.

海盗们并未将他们带入城内,而是带往近郊的一处庄园,该庄园属于海盗团伙的首领、名叫阿普苏尔托斯的男子,科律姆博斯也是受其雇佣并以此获取酬劳和掠夺物分成的部下。在航行期间,由于日复一日的频繁照面,科律姆博斯对哈布罗科墨斯产生了极其炽热的爱欲,而与这位少年的朝夕相处更使他的欲望愈发燃烧。

语法注3 条
  1. 1.14.1ἐκέλευσε φείσασθαι φονεύοντας

    宾格分词 φονεύοντας 用作受 ἐκέλευσε 支配的动词不定式 φείσασθαι 的逻辑主语(即“命令正在行凶杀戮者住手/饶恕”)。动词 φείδομαι 通常接属格,此处作为不及物/绝对用法,意为停止屠杀。

  2. 1.14.1τὸ γὰρ πάντας ἄγειν οὔτε ἐδύνατο οὔτε ἀσφαλὲς ἑώρα

    带冠词的不定式短语 τὸ πάντας ἄγειν 同时作为 οὔτε ἐδύνατο 和 οὔτε ἀσφαλὲς ἑώρα 的宾语。对于前者 ἐδύνατο 而言它充当补足语(“无法带走所有人”),对于后者 ἑώρα 而言它充当宾语,而形容词 ἀσφαλές 则用作宾语补足语(“也不认为带走所有人是安全的”)。

  3. 1.14.3Καὶ οἱ μὲν ἔλεγον ... οἱ δὲ ...

    注意对比标记 οἱ μὲν ... οἱ δὲ 所对应的发话者分配。从随后的哀号内容可知,先说话的(οἱ μέν)问“主人啊,你们要被带往何方”,是被留下烧死的人们;而后回答(οἱ δέ)称“在尝到奴役前死去是幸福的”,则是被掳走的哈布罗科墨斯等人。在紧接着的句子(οἱ μὲν ἀνήγοντο, οἱ δὲ κατεφλέγοντο)中,οἱ μέν 和 οἱ δέ 的指代对象正好调换了顺序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.14.1-1.14.7