- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.13.1-1.13.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
科律姆博斯率领的腓尼基海盗突袭了毫无防备的船只并大肆屠杀,哈布罗科墨斯与安提亚则哀求饶命,请求将二人变卖给同一位主人。
Ἔτυχον μὲν ἐν Ῥόδῳ πειραταὶ παρορμοῦντες αὐτοῖς, Φοίνικες τὸ γένος, ἐν τριήρει μεγάλῃ· παρώρμουν δὲ ὡς φορτίον ἔχοντες καὶ πολλοὶ καὶ γεννικοί. Οὗτοι κατεμεμαθήκεσαν τῇ νηὶ ὅτι χρυσὸς1 καὶ ἄργυρος καὶ ἀνδράποδα πολλὰ καὶ τίμια.
当时恰巧有一伙腓尼基籍的海盗,乘着一艘大型三列桨战船在罗得岛与他们并排停泊;海盗们佯装载运货物而下锚停泊,人数众多且剽悍勇猛。这些人探知了船上载有金银以及许多贵重的奴隶。
Διέγνωσαν οὖν ἐπιθέμενοι τοὺς μὲν ἀντιμαχομένους ἀποκτιννύειν, τοὺς δὲ ἄλλους ἄγειν εἰς Φοινίκην πραθησομένους καὶ τὰ χρήματα· κατεφρόνουν δὲ ὡς οὐκ ἀξιομάχων αὐτῶν.
于是他们商定发动袭击,将反抗者悉数杀害,其余人等连同财物一并押往腓尼基变卖;他们对船上的人不屑一顾,认为他们根本不堪一击。
Τῶν δὲ πειρατῶν ὁ ἔξαρχος Κόρυμβος ἐκαλεῖτο, νεανίας ὀφθῆναι μέγας, φοβερὸς τὸ βλέμμα· κόμη ἦν αὐτῷ αὐχμηρὰ καθειμένη.
海盗的首领名叫科律姆博斯,是一个身材魁梧、目光骇人的年轻男子,披散着蓬乱的长发。
Ὡς δὲ ταῦτα οἱ πειραταὶ ἐβουλεύσαντο, τὰ μὲν πρῶτα παρέπλεον ἡσυχῆ τοῖς περὶ Ἁβροκόμην· τελευταῖον δὲ (ἦν μὲν περὶ μέσον ἡμέρας, ἔκειντο δὲ πάντες οἱ ἐν τῇ νηὶ ὑπὸ μέθης καὶ ῥᾳθυμίας οἱ μὲν καθεύδοντες, οἱ δὲ ἀλύοντες) ἐφίστανται δὲ αὐτοῖς2 οἱ περὶ τὸν Κόρυμβον ἐλαυνομένῃ τῇ νηὶ σὺν ὀξύτητι πολλῇ.
海盗们商议停当后,起初还悄悄地在哈布罗科墨斯一行身旁航行;但最后(时值正午,船上的所有人因沉醉和懈怠都倒卧着,有的沉睡不醒,有的神志恍惚),科律姆博斯一伙人催动战船,以极快的速度向他们逼近。
Ὡς δὲ πλησίον ἐγένοντο, ἀνεπήδησαν ἐπὶ τὴν ναῦν ὡπλισμένοι, τὰ ξίφη γυμνὰ ἔχοντες· κἀνταῦθα οἱ μὲν ἐρρίπτουν ἑαυτοὺς ὑπʼ ἐκπλήξεως εἰς τὴν θάλατταν καὶ ἀπώλλυντο, οἱ δὲ ἀμύνεσθαι θέλοντες ἀπεσφάζοντο.
当他们逼近时,便手持出鞘的利刃,全副武装地跳上了船;这时,船上的人有的惊骇万分跳入海中丧命,有的试图反抗却惨遭屠戮。
Ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια προστρέχουσι τῷ Κορύμβῳ τῷ πειρατῇ, καὶ λαβόμενοι τῶν γονάτων αὐτοῦ τὰ μὲν χρήματα ἔφασαν, ὦ δέσποτα, καὶ ἡμᾶς οἰκέτας ἔχε, φεῖσαι δὲ τῆς ψυχῆς καὶ μηκέτι φόνευε τοὺς ἑκόντας ὑποχειρίους σοι γενομένους· μὴ πρὸς αὐτῆς θαλάσσης, μὴ πρὸς δεξιᾶς τῆς σῆς·3 ἀγαγὼν δὲ ἡμᾶς ὅποι θέλεις, ἀπόδου τοὺς σοὺς οἰκέτας· μόνον οἴκτειρον ἡμᾶς ὑφʼ ἑνὶ ποιήσας δεσπότῃ.
哈布罗科墨斯与安提亚则奔向海盗科律姆博斯,抱住他的双膝说道: “主人,财物悉听尊便,请将我们也收作仆婢,但求饶我们一命,莫再残杀甘愿归顺于你的人;看在大海本身的份上,不要这样;看在你右手的份上,不要这样!把我们带到你所愿的任何地方,作为你的奴仆变卖吧;只求你怜悯我们,将我们二人置于同一位主人的门下。”
- 1.13.1τῇ νηὶ ὅτι χρυσὸς
τῇ νηὶ 提前置于 ὅτι 从句之前(前置先取结构),充当方位与格(意为“在船上”),与后续省略了动词 ἦν 的存在句相联系。
- 1.13.4ἐφίστανται δὲ αὐτοῖς
在句意被括号内的插入从句(ἦν μὲν περὶ μέσον ἡμέρας...)打断之后,连词 δὲ 起到恢复语势(resumptive)的作用,重新引出主句谓语 ἐφίστανται。
- 1.13.6μὴ πρὸς αὐτῆς θαλάσσης, μὴ πρὸς δεξιᾶς τῆς σῆς
由 πρός + 属格构成的恳求或起誓的惯用表达(意为“指着……恳求”)。此处省略了表示哀求的动词(如 ἱκετεύομεν),与前面的祈使句 μηκέτι φόνευε 相互呼应,表达强烈的恳请。
