← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.12.1-1.12.4

罗得岛的款待与哈布罗科墨斯的凶梦

一行人抵达罗得岛并受到居民的热烈欢迎,在神庙献纳黄金甲胄后再度启航;然而风力止息,船员陷入怠惰与醉酒,哈布罗科墨斯随即梦见预示船毁人亡的不祥凶兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.1

Κατήγετο δὴ ἡ ναῦς εἰς Ῥόδον καὶ ἐξέβαινον οἱ ναῦται, ἐξῄει δὲ ὁ Ἁβροκόμης ἔχων μετὰ χεῖρα τὴν Ἄνθειαν· συνῄεσαν δὲ πάντες οἱ Ῥόδιοι, τὸ κάλλος τῶν παίδων καταπεπληγότες, καὶ οὐκ ἔστιν ὅστις τῶν ἰδόντων παρῆλθε σιωπῶν· ἀλλʼ οἱ μὲν ἔλεγον ἐπιδημίαν θεῶν, οἱ δὲ προσεκύνουν καὶ προσεποιοῦντο. Ταχὺ δὲ δι’ ὅλης τῆς πόλεως διεπεφοιτήκει τοὔνομα Ἁβροκόμου καὶ Ἀνθείας.

于是船只驶入了罗得岛,水手们纷纷下船,哈布罗科墨斯也携着安提亚的手登岸;罗得岛人见状全都聚拢过来,为这对青年的美貌所震撼,目睹之人无一默然走开;有人称这是神明的降临,有人则俯首膜拜、恭敬致敬。很快,哈布罗科墨斯与安提亚的名字便传遍了全城。

§1.12.2

Ἐπεύχονται δὲ αὐτοῖς δημοσίᾳ καὶ θυσίας τε θύουσι πολλὰς καὶ ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν αὐτῶν. Οἱ δὲ τήν τε πόλιν ἅπασαν ἐξιστόρησαν καὶ ἀνέθεσαν εἰς τὸ τοῦ Ἡλίου ἱερὸν πανοπλίαν χρυσῆν καὶ ἐπέγραψαν ἐπίγραμμα εἰς ὑπόμνημα τῶν ἀναθέντων "Οἱ ξεῖνοι τάδε σοι χρυσήλατα τεύχε’ ἔθηκαν, Ἀνθία Ἁβροκόμης θ’, ἱερῆς Ἐφέσοιο πολῖται."

民众公开为他们祈福,献上诸多牺牲,并将他们的到来作为节日来庆祝。他们二人游览了整座城市,在赫利俄斯的神庙中奉献了一副纯金甲胄,并刻下一首题铭作为奉献者的纪念: “异乡之人将此副金打铠甲敬献予你, 即圣城以弗所的公民,安提亚与哈布罗科墨斯。”

§1.12.3

Ταῦτα ἀναθέντες, ὀλίγας ἡμέρας ἐν τῇ νήσῳ μείναντες, ἐπειγόντων τῶν ναυτῶν ἀνήγοντο ἐπισιτισάμενοι· παρέπεμπε δὲ αὐτοὺς ἅπαν τὸ Ῥοδίων πλῆθος. Καὶ τὰ μὲν πρῶτα ἐφέροντο οὐρίῳ πνεύματι, καὶ ἦν αὐτοῖς ὁ πλοῦς ἀσμένοις,1 κἀκείνην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐφέροντο ἀναμετροῦντες τὴν Αἰγυπτίαν καλουμένην θάλατταν· τῇ δὲ δευτέρᾳ ἐπέπαυτο μὲν ὁ ἄνεμος, γαλήνη δὲ ἦν καὶ πλοῦς βραδὺς καὶ ναυτῶν ῥᾳθυμία καὶ πότος καὶ μέθη καὶ ἀρχὴ τῶν μεμαντευμένων.

献上这些贡物并在岛上停留数日后,他们在水手们的催促下补充了补给并扬帆起航;全体罗得岛民众出城为他们送行。起初他们顺风疾行,航程令他们心满意足;那一日及随后的整夜,他们都在横渡所谓的埃及海。然而到了第二天,风力停息,风平浪静却航行滞缓,水手们怠惰懈怠,饮酒沉醉,神谕所预言的灾祸就此拉开序幕。

§1.12.4

Τῷ δὲ Ἁβροκόμῃ ἐν τούτῳ ἐφίσταται γυνὴ ὀφθῆναι φοβερά, τὸ μέγεθος ὑπὲρ ἄνθρωπον, ἐσθῆτα ἔχουσα φοινικῆν· ἐπιστᾶσα δὲ τὴν ναῦν ἐδόκει κάειν καὶ τοὺς μὲν ἄλλους ἀπόλλυσθαι, αὐτὸν δὲ μετὰ τῆς Ἀνθείας διανήχεσθαι.2 Ταῦτα ὡς εὐθὺς εἶδεν ἐταράχθη καὶ προσεδόκα τι δεινὸν ἐκ τοῦ ὀνείρατος· καὶ τὸ δεινὸν ἐγίνετο.

就在此时,哈布罗科墨斯面前出现了一位样貌骇人的妇人,其体型超越凡人,身披绯红衣裳;她现身之后,似乎点燃了整条船,其余的人尽数丧生,唯独他自己与安提亚泅水逃生。他刚一目睹此景便心神大乱,预感到这梦兆预示着某种灾难;而那灾难正逐渐降临。

语法注2 条
  1. 1.12.3ἦν αὐτοῖς ὁ πλοῦς ἀσμένοις

    带形容词/分词一致的述语性与格句式,ἀσμένοις 与代词与格 αὐτοῖς 一致,表达体验者的情感或主观态度,意为“航行对他们而言是令人欣喜的(他们乐于此行)”。

  2. 1.12.4ἐπιστᾶσα δὲ τὴν ναῦν ἐδόκει κάειν καὶ τοὺς μὲν ἄλλους ἀπόλλυσθαι, αὐτὸν δὲ μετὰ τῆς Ἀνθείας διανήχεσθαι

    这里的 ἐδόκει 为人称用法而非无人称句,其语法主语为前文出现的怪异妇人,意为“她似乎点燃了船只,而其他人灭亡,他自己则泅水渡过”。三个不定式 κάειν, ἀπόλλυσθαι, διανήχεσθαι 分别带不同的逻辑主语(妇人自身、τοὺς ἄλλους、αὐτόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.12.1-1.12.4