- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.11.1-1.11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
启航后,二人在途经萨摩斯岛继续航行途中立誓互守贞洁,船只随后靠近罗得岛以补充淡水并休整。
Ἔτι λέγοντα ἐξιόντα1 ἐπέσχε τὰ δάκρυα· καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες· παρεμυθεῖτο δʼ αὐτοὺς εἰς ἅπαντα ὁ μετ’ ἀλλήλων πλοῦς.
他仍在边走边说,泪水却哽住了他的话语;在众人的勉励声中,父母们退回城内,而哈布罗科墨斯与安提亚则彼此相拥着躺卧,心中万感交集:既怜悯父亲,又思念故土,既畏惧神谕,又忧心远行;然而,能彼此相伴航行,在一切事上抚慰了他们。
Κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον· κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο.
那一天他们顺风而行,结束航程后抵达了赫拉的圣岛萨摩斯;他们在那里献祭并用了晚餐,作了诸多祈祷,在夜幕降临时再次出海。
Καὶ ἦν ὁ πλοῦς αὐτοῖς οὔριος· λόγοι δὲ ἐν αὐτοῖς πολλοὶ πρὸς ἀλλήλους ἆρα ἡμῖν ὑπάρξει συγκαταβιῶναι μετʼ ἀλλήλων; Καὶ δή ποτε ὁ Ἁβροκόμης μέγα ἀναστενάξας, ἐν ὑπομνήσει τῶν ἑαυτοῦ γενόμενος Ἄνθεια ἔφησε, τῆς ψυχῆς μοι ποθεινοτέρα, μάλιστα μὲν εὐτυχεῖν εἴη καὶ σώζεσθαι μετʼ ἀλλήλων· ἂν δʼ ἄρα τι ᾖ πεπρωμένον παθεῖν, καί πως ἀλλήλων ἀπαλλαγῶμεν, ὀμόσωμεν ἑαυτοῖς, φιλτάτη, ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ ἂν ἄλλῃ γυναικὶ συνοικήσαιμι.2
他们的航程一帆风顺;他们在彼此之间互诉了许多言语: “我们当真能与彼此共度余生吗?” 终于,哈布罗科墨斯长叹一声,想起了自身的境遇, “安提亚, 他说道, 比我的性命更为珍贵的人啊,但愿我们首先能享有好运,与彼此一同平安保全;但若命中注定我们要遭受苦难,且由于某种变故被迫分离,最挚爱的人啊,让我们向彼此起誓:你必为我守贞不屈从于其他男子,而我也绝不会与其他女子共处同居。”
Ἀκούουσα δὲ Ἄνθεια μέγα ἀνωλόλυξε καὶ τί τοῦτο ἔφησεν Ἁβροκόμη, πεπίστευκας ὅτι ἐὰν ἀπαλλαγῶ σοῦ, περὶ ἀνδρὸς ἔτι καὶ γάμου σκέψομαι, ἥτις οὐδὲ ζήσομαι τὴν ἀρχὴν3 ἄνευ σοῦ; Ὡς ὀμνύω γέ σοι τὴν πάτριον ἡμῖν θεόν, τὴν μεγάλην Ἐφεσίων Ἄρτεμιν, καὶ ταύτην ἣν διανύομεν θάλατταν καὶ τὸν ἐπʼ ἀλλήλους ἡμᾶς καλῶς ἐκμήναντα θεόν, ὡς ἐγὼ καὶ βραχύ τι ἀποσπασθεῖσα σοῦ οὔτε ζήσομαι οὔτε τὸν ἥλιον ὄψομαι.
安提亚听闻,放声痛哭, “怎么会说出这种话, 她说道, 哈布罗科墨斯,难道你真相信若与你分离,我还会去思虑丈夫和婚事吗?没有你,我从根本上就活不下去啊!我凭我们祖传的女神、以弗所人伟大的阿耳忒弥斯向你起誓,凭我们正在横渡的这片大海起誓,凭那让我们美好地为彼此神魂颠倒的神明起誓:哪怕与你分离片刻,我也绝不再苟活,绝不再看一眼太阳。”
Ταῦτα ἔλεγεν ἡ Ἄνθεια· ἐπώμνυε δὲ καὶ ὁ Ἁβροκόμης, καὶ ὁ καιρὸς αὐτῶν ἐποίει τοὺς ὅρκους φοβερωτέρους. Ἐν τούτῳ δὲ ἡ ναῦς Κῶ μὲν παραμείβει καὶ Κνίδον, κατεφαίνετο δʼ ἡ Ῥοδίων νῆσος μεγάλη καὶ καλή· καὶ αὐτοὺς ἐνταῦθα ἔδει καταχθῆναι πάντως· δεῖν γὰρ ἔφασκον οἱ ναῦται καὶ ὑδρεύσασθαι καὶ αὐτοὺς ἀναπαύσασθαι, μέλλοντας εἰς μακρὸν ἐμπεσεῖσθαι πλοῦν.
安提亚如此说道;哈布罗科墨斯亦同样立誓,而他们当下的时势令这些誓言显得愈发可畏。 在此期间,船只驶过了科斯与克尼多斯,罗得岛那广大而美丽的容貌映入眼帘;他们无论如何都必须在那里泊岸,因为水手们宣称既需要汲取淡水,也需要稍作休整,因为他们即将踏上一段漫长的航程。
- 1.11.1Ἔτι λέγοντα ἐξιόντα
主句谓语动词 ἐπέσχε 的宾语分词(现在分词宾格),指代上一段结尾处祈祷的梅伽墨得斯,人称代词宾语被省略。主句的主语为后置的中性复数名词短语 τὰ δάκρυα。
- 1.11.4ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ ἂν ἄλλῃ γυναικὶ συνοικήσαιμι
由 ὀμόσωμεν 引导的誓词内容,引导词从 ὡς(接将来时直陈式 μενεῖς / ὑπομενεῖς)转变为 ὅτι(接带 ἄν 的潜在希求式 συνοικήσαιμι)。后者突出了强烈的潜在否定与决绝意志(“决不可能与其他女子同居”)。
- 1.11.5τὴν ἀρχὴν
与否定词(οὐδέ)连用,表示“根本”、“全然”之意的副词性宾格。
