← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.10.1-1.10.10

为避神谕启程与从以弗所出航

新婚男女沉浸在喜悦之中,但父母们决定让他们乘船前往埃及以避开神谕的厄运;在以弗所全城百姓的泪水与祈祷中,船只启航离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

Ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἀνίσταντο πολὺ μὲν ἡδίονες, πολὺ δὲ εὐθυμότεροι, ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς.1

天亮之时,他们起身了,心情更为愉悦,精神更为振奋,因为他们充分享有了长久以来所渴慕的一切。

§1.10.2

Ἑορτὴ δὲ ἦν ἅπας ὁ βίος αὐτοῖς καὶ μεστὰ εὐωχίας πάντα καὶ ἤδη καὶ τῶν μεμαντευμένων λήθη· ἀλλʼ οὐχὶ τὸ εἱμαρμένον ἐπελέληστο, οὐδʼ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει.2

对他们而言,整个人生宛如节日,凡事皆洋溢着欢庆,甚至连那些神谕也早已被置诸脑后;然而,命运并未遗忘,定下这些神谕的神明也未尝有所疏忽。

§1.10.3

Χρόνου δὲ διελθόντος ὀλίγου ἔγνωσαν οἱ πατέρες ἐκπέμπειν αὐτοὺς τῆς πόλεως κατὰ τὰ βεβουλευμένα· ἤμελλόν τε γὰρ ἄλλην ὄψεσθαι γῆν καὶ ἄλλας πόλεις καὶ τὸν τοῦ θεοῦ χρησμόν, ὡς οἷόν τε ἦν, παραμυθήσεσθαι ἀπαλλαγέντες χρόνῳ τινὶ Ἐφέσου.

过了不久,父辈们按照既定的决议,决定将他们送出城去;因为他们将去瞻仰别样的土地与其他的城邦,并借由暂时离开以弗所,在力所能及的范围内安抚神明的昭示。

§1.10.4

Παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦς τε μεγάλη καὶ ναῦται πρὸς ἀναγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλετο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἥ τε τῶν σιτίων ὑπερβάλλουσα ἀφθονία.

于是,为他们的远行准备好了一切:一艘大船与整装待发的水手,所必需的物资也被搬运上船——大量华丽的服饰、巨量的金银,以及丰沛盈余的粮饷。

§1.10.5

Θυσίαι δὲ πρὸ τῆς ἀναγωγῆς τῇ Ἀρτέμιδι καὶ εὐχαὶ τοῦ δήμου παντὸς καὶ δάκρυα πάντων, ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν.3 Ἦν δὲ ὁ πλοῦς αὐτοῖς ἐπʼ Αἴγυπτον παρεσκευασμένος.

启航之前,众人向阿耳忒弥斯献祭,全城百姓献上祈祷,所有人皆潸然泪下,仿佛大家共同的孩子即将离别。他们前往埃及的航程已然准备就绪。

§1.10.6

Ὡς δʼ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν μετὰ λαμπάδων καὶ θυσιῶν.4

启航之日来临,众多仆役与众多侍女——正当船只即将出海之际——以弗所的全体民众皆前来送行,许多人还伴着火炬与牺牲。

§1.10.7

Ἐν τούτῳ μὲν οὖν ὁ Λυκομήδης καὶ ἡ Θεμιστώ, πάντων ἅμα ἐν ὑπομνήσει γενόμενοι, τοῦ χρησμοῦ, τοῦ παιδός, τῆς ἀποδημίας, ἔκειντο εἰς γῆν ἀθυμοῦντες· ὁ δὲ Μεγαμήδης καὶ ἡ Εὐίππη ἐπεπόνθεσαν μὲν τὰ αὐτά, εὐθυμότεροι δὲ ἦσαν, τὰ τέλη σκοποῦντες τῶν μεμαντευμένων.

此时此刻,吕科墨得斯与忒弥斯托同时想起了这一切——神谕、孩子以及远行——垂头丧气地瘫倒在地上;而梅伽墨得斯与厄伊珀虽亦有同感,但注视着预言的最终结局,神情相对更为宽慰。

§1.10.8

Ἤδη μὲν οὖν ἐθορύβουν οἱ ναῦται, καὶ ἐλύετο τὰ πρυμνήσια, καὶ ὁ κυβερνήτης τὴν αὑτοῦ χώραν κατελάμβανε, καὶ ἡ ναῦς ἀπεκινεῖτο.

这时水手们已经喧嚷起来,系泊缆绳被解开,舵手就位,船只缓缓开动。

§1.10.9

Βοὴ δὲ τῶν ἀπὸ τῆς γῆς καὶ τῶν ἐν τῇ νηὶ πολλὴ καὶ συμμιγής, τῶν μὲν ὦ παῖδες λεγόντων φίλτατοι, ἆρα ἔτι ὑμᾶς οἱ φύντες ὀψόμεθα; τῶν δὲ ὦ πατέρες, ἆρα ὑμᾶς ἀποληψόμεθα; Δάκρυα δὴ καὶ οἰμωγή, καὶ ἕκαστος ὀνομαστὶ τὸν οἰκεῖον ἐκάλει, εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα.5

岸上的人与船上的人爆发出巨大而混杂的呼声,一部分人喊道: “最心爱的孩子们啊, 他们说, 我们这些生身父母,还能再见到你们吗?” 另一部分人则喊道: “父亲们啊,我们还能重逢吗?” 顿时泪如泉涌,哀泣连连,每个人都直呼其亲人之名,将名字作为纪念留给彼此。

§1.10.10

Ὁ δὲ Μεγαμήδης φιάλην λαβὼν καὶ ἐπισπένδων εὔχετο ὡς ἐξάκουστον εἶναι τοῖς ἐν τῇ νηὶ ὦ παῖδες λέγων μάλιστα μὲν εὐτυχοῖτε καὶ φύγοιτε τὰ σκληρὰ τῶν μαντευμάτων, καὶ ὑμᾶς ἀνασωθέντας ὑποδέξαιντο Ἐφέσιοι, καὶ τὴν φιλτάτην ἀπολάβοιτε πατρίδα· εἰ δὲ ἄλλο τι συμβαίη, τοῦτο μὲν ἴστε οὐδὲ ἡμᾶς ἔτι ζησομένους· προΐεμεν δὲ ὑμᾶς ὁδὸν μὲν δυστυχῆ ἀλλʼ ἀναγκαίαν.

梅伽墨得斯拿起祭酒浅碗,一边奠酒,一边高声祈祷,让船上的人也能听清: “孩子们啊, 他说, 但愿你们得享大幸,避开神谕中严酷的凶险;愿以弗所人接纳生还的你们,愿你们重返最挚爱的祖国;但若有不测,你们须知我们亦不会苟活。我们将你们送上的,是一段不幸却不得不行的旅途。”

语法注5 条
  1. 1.10.1ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς

    由于 ἀπολαύω 与 ἐπιθυμέω 均支配属格,ὧν 省略并吸收了先行词 τούτων(若视作中性宾格 ἅ,则属受先行词属格牵引的现象)。χρόνῳ 为表示时间或情态的与格,意为“经过漫长时间/终于”。

  2. 1.10.2οὐδʼ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει

    名词 θεῷ 被并入关系从句中,相当于 ὁ θεὸς ᾧ ταῦτα ἐδόκει(以此事为善/定下此神谕的神)。该神明为隐含的主语,ἠμέλει 为谓语动词。

  3. 1.10.5ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν

    由 ὡς 引导的属格绝对结构,表达当事人的主观看法或情态:“宛如大家共同的孩子即将离别一般”。

  4. 1.10.6Ὡς δʼ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν μετὰ λαμπάδων καὶ θυσιῶν.

    该句在传世文本中呈现破格(anacoluthon)结构。开头的名格短语 πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι 尚未接续谓语动词,便插入了属格绝对结构(μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι),最终汇入主句 πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον。

  5. 1.10.9εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα

    分词 ἐγκαταλείποντες 为复数,与单数分配主语 ἕκαστος 形成依意合应(constructio ad sensum),呼应了其所指代的多人群体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.10.1-1.10.10