← 艾菲索斯的色诺芬

艾菲索斯故事

§1.9.1-1.9.9

哈布罗科墨斯与安特亚的初夜定情

洞房中只剩两人独处,哈布罗科墨斯与安特亚倾诉着彼此的激情与娇羞,以泪水与亲吻合为一体,在初夜中争相竞逐谁爱得更深。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.1

Τοῖς δὲ ἑκατέροις πάθος συνέβη ταὐτόν, καὶ οὔτε προσειπεῖν ἔτι ἀλλήλους ἠδύναντο οὔτε ἀντιβλέψαι τοῖς ὀφθαλμοῖς, ἔκειντο δὲ ὑφʼ ἡδονῆς παρειμένοι, αἰδούμενοι, φοβούμενοι, πνευστιῶντες· ἐπάλλετο δὲ αὐτοῖς τὰ σώματα καὶ ἐκραδαίνοντο αὐτοῖς αἱ ψυχαί.

他们两人感受到了同样的激情,既无法再向彼此开口说话,也无法以双眼相互对视;他们因欢愉而委顿无力,含羞、惶恐、喘息着躺在那里;两人的身躯颤抖,两人的灵魂震颤。

§1.9.2

Ὀψὲ δὲ ὁ Ἁβροκόμης ἀνενεγκὼν περιέλαβε τὴν Ἄνθειαν· ἡ δὲ ἐδάκρυε τῆς ψυχῆς αὐτῆς σύμβολα προπεμπούσης τῆς ἐπιθυμίας τὰ δάκρυα. Καὶ ὁ Ἁβροκόμης ὢ τῆς ἐμοὶ φησὶ ποθεινοτάτης νυκτός,1 ἣν μόλις ἀπείληφα, πολλὰς πρότερον νύκτας δυστυχήσας.

终于,哈布罗科墨斯苏醒过来,抱住了安特亚;她流下了泪水,那泪水是她的灵魂本身所送出、作为其欲望的表征。哈布罗科墨斯说道: “哦,于我而言 他说, 最值得渴慕的良夜啊!此前经历过无数不幸的长夜之后,我方才艰难地得到了它。

§1.9.3

Ὢ φωτὸς ἡδίων ἐμοὶ κόρη καὶ τῶν πώποτε λαλουμένων εὐτυχεστέρα· τὸν ἐραστὴν ἔχεις ἄνδρα, μεθʼ οὗ ζῆν καὶ ἀποθανεῖν ὑπάρξει γυναικὶ σώφρονι.2 Εἰπὼν κατεφίλει τε καὶ ὑπεδέχετο τὰ δάκρυα, καὶ αὐτῷ ἐδόκει παντὸς μὲν εἶναι νέκταρος ποτιμώτερα τὰ δάκρυα, παντὸς δὲ τοῦ πρὸς ὀδύνην φαρμάκου δυνατώτερα.

哦,于我而言比光明更为甜美的少女,比一切传颂过的女子更为幸运!你得到了情郎为丈夫,对于一个克制的妇人来说,能够与他同生共死将是一种福分。” 说罢,他反复亲吻并接纳了她的泪水;在他看来,这些泪水比一切神酒甘露都要甜润,比医治痛苦的一切良药都要灵验。

§1.9.4

Ἡ δὲ ὀλίγα αὐτὸν προσφθεγξαμένη ναὶ φησὶν Ἁβροκόμη, δοκῶ σοι καλή, καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι; Ἄνανδρε καὶ δειλέ, πόσον ἐβράδυνας ἐρῶν χρόνον; πόσον ἠμέλησας; ἀπὸ τῶν ἐμαυτῆς κακῶν ἃ πέπονθας οἶδα.

她简短地向他倾诉道: “是的, 她说, 哈布罗科墨斯,在你眼中我美吗?在你自己的俊美之后,我还讨你喜欢吗?没有男子气概的胆小鬼,你虽然爱着,却拖延了多久啊?你忽视了我多久啊?从我自身的痛苦中,我知道你经历过什么。

§1.9.5

Ἀλλʼ ἰδού, δάκρυα μὲν ὑποδέχου τἀμά, καὶ ἡ καλή σου κόμη πινέτω πῶμα τὸ ἐρωτικόν, καὶ συμφύντες ἀλλήλοις ἀναμιγῶμεν, καταβρέχωμεν δὲ καὶ τοὺς στεφάνους τοῖς παρʼ ἀλλήλων δάκρυσιν, ἵνʼ ἡμῖν καὶ οὗτοι συνερῶσιν.3

但是看哪,接纳我的泪水吧,让你美丽的秀发饮下这杯爱的甘霖;让我们紧紧依偎,融为一体,也让我们用彼此的泪水浸透花环,以便让这些花环也与我们一同相爱。”

§1.9.6

Εἰποῦσα ἅπαν μὲν αὐτοῦ τὸ πρόσωπον ἠσπάζετο, ἅπασαν δὲ τὴν κόμην τοῖς αὑτῆς ὀφθαλμοῖς προσετίθει καὶ τοὺς στεφάνους ἀνελάμβανε καὶ τὰ χείλη τοῖς χείλεσι φιλοῦσα συνηρμόκει, καὶ ὅσα ἐνενόουν, ἐκ ψυχῆς εἰς τὴν θατέρου ψυχὴν διὰ τοῦ φιλήματος παρεπέμπετο.

说完,她亲吻他的整个脸庞,把他的全部秀发贴在自己的双眼上,拾起花环,以唇印唇相吻相合;凡是他们心中所思所想,都通过这吻,从一方的灵魂传递至另一方的灵魂之中。

§1.9.7

Φιλοῦσα δὲ αὐτοῦ τοὺς ὀφθαλμοὺς ὦ φησὶ πολλάκις με λυπήσαντες ὑμεῖς,4 ὦ τὸ πρῶτον ἐνθέντες τῇ ἐμῇ κέντρον ψυχῇ, οἱ τότε μὲν σοβαροί, νῦν δὲ ἐρωτικοί, καλῶς μοι διηκονήσατε, καὶ τὸν ἔρωτα τὸν ἐμὸν καλῶς εἰς τὴν Ἁβροκόμου ψυχὴν ὡδηγήσατε.

她亲吻着他的双眼说道: “哦, 她说, 你们这些曾屡次让我痛苦的眼睛,最初将刺痛植入我灵魂的眼睛,那时傲慢而今却满怀爱意的眼睛,你们极好地侍奉了我,极好地把我的爱情引向了哈布罗科墨斯的灵魂。

§1.9.8

Τοιγαροῦν ὑμᾶς πολλὰ φιλῶ καὶ ὑμῖν ἐφαρμόζω τοὺς ὀφθαλμοὺς τοὺς ἐμούς, τοὺς Ἁβροκόμου διακόνους· ὑμεῖς δὲ ἀεὶ βλέποιτε ταῦτα, καὶ μήτε Ἁβροκόμῃ ἄλλην δείξητε καλήν, μήτε ἐμοὶ δόξῃ τις ἄλλος εὔμορφος· ἔχετε ψυχάς, ἃς αὐτοὶ ἐξεκαύσατε· ταύτας ὁμοίως τηρήσατε.

因此,我千百次地吻你们,并将我的双眼——哈布罗科墨斯的仆役——贴合在你们身上。愿你们永远注视着这番景象,既不向哈布罗科墨斯展示别的绝色女子,也不让任何旁人于我眼中显得俊秀。你们拥有着你们亲自点燃的灵魂,请同样守护好它们。”

§1.9.9

Ταῦτα εἶπε, καὶ περιφύντες ἀνεπαύοντο καὶ τὰ πρῶτα τῶν Ἀφροδίτης ἀπέλαυον· ἐφιλονείκουν δὲ δι’ ὅλης τῆς νυκτὸς πρὸς ἀλλήλους, φιλοτιμούμενοι τίς φανεῖται μᾶλλον ἐρῶν.

她说了这些话,两人紧紧相拥歇息,享用了阿佛洛狄忒最初的恩泽;整整一夜,他们相互较劲,争相表现出谁爱得更深。

语法注4 条
  1. 1.9.2ὢ τῆς ἐμοὶ... ποθεινοτάτης νυκτός

    感叹属格(genitive of exclamation),由感叹词 ὢ 引导,用属格名词表示引起极度感慨或强烈情感的对象。

  2. 1.9.3μεθʼ οὗ ζῆν καὶ ἀποθανεῖν ὑπάρξει γυναικὶ σώφρονι

    动词 ὑπάρξει 在此处作非人称用法,意为“(某人能够/被允许做某事)”,不定式短语 ζῆν καὶ ἀποθανεῖν 作其主语,与格 γυναικὶ σώφρονι 为其逻辑上的主语(施事)。关系代词 μεθʼ οὗ 的先行词是前面的 ἄνδρα。

  3. 1.9.5ἵνʼ ἡμῖν καὶ οὗτοι συνερῶσιν

    动词 συνερῶσιν 是 συνεράω(“共同相爱、一同堕入爱河”)的现在时虚拟式第三人称复数。与格 ἡμῖν 既可呼应前缀 συν- 表示“与我们一同”,也可作利益与格(“为了我们”)。主语 οὗτοι 拟人化地指代前文的 τοὺς στεφάνους(花环)。

  4. 1.9.7ὦ πολλάκις με λυπήσαντες ὑμεῖς

    由前句的 φιλοῦσα δὲ αὐτοῦ τοὺς ὀφθαλμούς 可知,安特亚在此将哈布罗科墨斯的“双眼”拟人化并直接向其呼告(呼格代词 ὑμεῖς 以及阳性复数分词 λυπήσαντες,因为 ὀφθαλμός 是阳性名词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.9.1-1.9.9