- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:48-53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详述了暴饮暴食、过量饮酒、房事、梦遗、焦虑及疲劳等不同状态下运动员的外在诊断征象,并针对各种情况提出了相应的训练方法与体魄调理准则。
τοὺς μὲν δὴ ὑπερσιτήσαντας ὀφρύς τε δηλώσει βαρεῖα καὶ κοῖλον ἆσθμα καὶ κύαθοι κλειδῶν ἀνεστηκότες καὶ οἱ πλάγιοι κενεῶνες ὄγκου τι ἐνδεικνύμενοι, τοὺς δὲ ὑποίνους γαστήρ τε ἑρμηνεύσει περιττὴ καὶ αἷμα ἱλαρώτερον καὶ ἰκμὰς ἡ μὲν κενεῶνος, ἡ δὲ ἐπιγουνίδος, τοὺς δὲ ἐξ ἀφροδισίων ἥκοντας γυμναζομένους μὲν πλείω ἐλέγξει, τὴν ἰσχύν τε γὰρ ὑποδεδωκότες καὶ στενοὶ τὸ πνεῦμα καὶ τὰς ὁρμὰς ἄτολμοι καὶ ἀπανθοῦντες ὑπὸ τῶν πόνων καὶ τὰ τοιαῦτα ῥᾴδιοι ἁλίσκεσθαι, ἀποδύντας δὲ κλείς τʼ ἂν ἐνδείξαιτο κοίλη καὶ ἰσχίον ἄναιμον καὶ πλευρὰ ὑποχαράττουσα καὶ ψυχρότης αἵματος, ὧν εἰ ἐφαπτοίμεθα, οὐκ ἂν εἴη στεφανηφόρος ἀγωνία.1 λεπτὰ μὲν τούτοις ὑπώπια, λεπτὴ δὲ πήδησις καρδίας, λεπτοὶ δὲ ἱδρώτων ἀτμοὶ, λεπτοὶ δὲ ὕπνοι ἰθύνοντες τὰ σιτία βολαί τε ὀφθαλμῶν πεπλανημέναι καὶ τὸ ἐρᾶσθαι δοκούντων ἀποσημαίνουσαι.
暴饮暴食者将由沉重的双眉、虚空的喘息、锁骨窝的隆起以及侧腹显露的膨胀显现出来。饮酒过量者则将由过大的肚腹、过于红润的气色以及侧腹与膝上的湿汗展现出来。至于刚行房事者,在训练中会有更多的征象将其暴露:因为他们丧失了力气,呼吸短促,冲劲怯弱,因劳苦而萎靡,在如此状态下极易受挫;而在脱去衣裳时,凹陷的锁骨、毫无血色的髋部、显露轮廓的肋骨以及血液的冰冷都将显露其状态;我们若触及这些,角逐绝不可能带来桂冠。这些人眼眶微陷,心跳微弱,汗气稀薄,导引食物消化的睡眠浅浮,眼神游移不定,流露出自以为被人爱恋之态。
οἱ δὲ ὀνειρώττοντες ἀποκάθαρσις μὲν τῆς ἐπιπολαζούσης εὐεξίας,2 ὁρῶνται δὲ ὅμως ὕπωχροι καὶ δροσίζοντες καὶ ὑποδεέστεροι μὲν τὴν ἰσχύν, εὐτραφεῖς δὲ ὑπὸ τοῦ καθεύδειν καὶ ἀνεύθυνοι τὸ ἰσχίον καὶ διαρκεῖς τὸ πνεῦμα, ἐν χώρᾳ τε τῶν ἀφροδισιαζόντων ὄντες οὐ ταὐτόν εἰσιν, ἀλλ᾽ οἱ μὲν καθαίροντες τὴν ἕξιν, οἱ δὲ τήκοντες. κόπων δὲ ἀγαθὴ μάρτυς ἥ τε ἔξωθεν περιβολὴ τοῦ σώματος λεπτοτέρα ἑαυτῆς δοκοῦσα καὶ ἀνοιδοῦσα φλὲψ καὶ κατηφὴς βραχίων καὶ τὰ μυώδη κατεσκληκότα.
梦遗之人则是体内充溢之健旺体质的宣泄;他们看起来虽然略显苍白、带有些许虚汗且气力稍有不足,但因睡眠而体质充实,髋部无损,呼吸持久。他们虽与房事之人处于同等范畴,却不可同日而语:前者是在净化体质,后者则是在消融体质。疲劳的绝佳见证,则是身体的外廓显得比平日瘦削,静脉凸起,手臂低垂无力,肌肉部位枯槁干瘪。
οἱ μὲν δὴ ὑπερσιτήσαντες, ἤν τε κούφων τύχωσιν, ἤν τε βαρυτέρων ἀγωνισταί, μεταχειριστέοι ταῖς ἐς τὸ κάτω τρίψεσιν, ἵνα τῶν κυριωτέρων τὰ περιττὰ ἀπάγοιτο, γυμναστέοι δὲ πένταθλοι μέν τινα τῶν κούφων, δρομεῖς δὲ μὴ ξυντείνοντες, ἀλλὰ σχολαῖοι καὶ μεῖζόν τι διαβαίνοντες, πύκται δὲ ἀκροχειριζέσθων ἐλαφροί τε καὶ ἀερίζοντες. πάλη δὲ καὶ παγκράτιον ὀρθοὶ μὲν καὶ οἵδε. ἀλλʼ ἀνάγκη κυλίεσθαι. κυλιέσθων μέν, ἀλλʼ ἐπικείμενοι μᾶλλον ἢ ὑποκείμενοι καὶ μηδαμῇ περικυβιστῶντες, ὡς μὴ ἀνιάτῳ τινὶ ἕλκει πηροῖεν τὸ σῶμα. μεταχειριζέσθω τε ὁ γυμναστὴς κούφους τε ὁμοίως καὶ βαρεῖς ταῖς διὰ μετρίου ἐλαίου τρίψεσι τῶν κάτω μάλιστα, καὶ τοῦτο ἀποματτέτω.
暴饮暴食者,无论适逢轻量级抑或重量级竞技选手,皆应施以下行推摩,以便将过剩之物从更重要的器官引开。在训练方面,五项全能选手当训练若干轻捷项目,跑者不可全速冲刺,而当从容跨大步伐,拳击手则当轻盈掠空、以指尖轻巧拆招。摔跤与混斗项目亦当立姿对练,但倒地翻滚亦在所难免;且让他们翻滚,但宁可居于上方压制,切不可处于下位受制,且绝不可翻跟斗腾跃,以免使身体遭受不治之创伤而致残。训练师当以适量之油主要推摩下半身,对待轻重项目选手皆当一视同仁,并将油擦拭干净。
οἶνος δὲ περιττεύσας ἀθλητῶν σώμασιν, ὥστε ἱδρῶτος πολλοῦ πάντα μεστὰ εἶναι, διὰ μετρίων τῶν γυμνασίων ἐκκαλείσθω. οὔτε γὰρ ἐπιγυμνάζειν χρὴ τοὺς τοιούτους, οὔτε ἀνιέναι, τὸ γὰρ διεφθορὸς ὑγρὸν ἀποχετεύειν ἄμεινον, ὡς μὴ τὸ αἷμα ὑπʼ αὐτοῦ κακουργοῖτο. ἀποματτέτω δὲ ὁ γυμναστὴς καὶ ἀποστλεγγιζέτω ξυμμέτρῳ χρώμενος τῷ πηλῷ, ὡς μὴ ἀποφράττοιντο αἱ ἐκβολαὶ τοῦ ἱδρῶτος.
运动员体内过剩的酒力若使全身满是大量汗水,当借由适度的训练予以引出。对此类人员既不可施加过重训练,亦不可全然放松,因为将败坏的体液排泄出去方为上策,以免血液受其侵害。训练师当施用适量的泥浆加以擦拭与刮除,以免汗孔受到堵塞。
τοὺς δὲ ἐξ ἀφροδισίων ἄμεινον μὲν μὴ γυμνάζειν, οἱ γὰρ στεφάνων καὶ κηρύκων αἰσχρὰν ἡδονὴν ἀλλαξάμενοι3 ποῦ ἄνδρες; εἰ δὲ ἄρα γυμνάζοιντο, ὑπὲρ νουθεσίας γυμναζέσθων, ἐλεγχόμενοι τὴν ἰσχὺν καὶ τὸ πνεῦμα, ταυτὶ γὰρ μάλιστα αἱ τῶν ἀφροδισίων ἡδοναὶ ἐπικόπτουσιν. ἡ δὲ τῶν ὀνειρωττόντων ἕξις, ἀφροδίσια μὲν καὶ ταῦτα, ἀκούσια δέ, ὡς ἔφην. γυμναστέοι δὲ ξὺν ἐπιμελείᾳ καὶ τὴν ἰσχὺν ὑποθρεπτέοι μᾶλλον, ἐπειδὴ ἐπιλείπει σαφῶς, κἀξικμαστέοι τοὺς ἱδρῶτας, ἐπειδὴ περιττοὶ τούτοις. ἔστω δὲ ἐνδοσιμώτερα μὲν τὰ γυμνάσια, προηγμένα δὲ ἐς μῆκος, ἵνα τὸ πνεῦμα ἐγγυμνάζοιντο. δεῖ δὲ αὐτοῖς ἐλαίου ξυμμέτρου καὶ πεπαχυσμένου τῇ κόνει, τουτὶ γὰρ τὸ φάρμακον καὶ ξυνέχει τὸ σῶμα καὶ μετρίως ἀνίησιν.
至于刚行房事者,最好莫让其参加训练;因为将桂冠与传令官的宣告换取了可耻欢愉的人,哪里还算得上男儿?若真要训练,亦当为训诫而训,在其力量与呼吸上予以严加查验,因为房事之欢最重创此二者。至于梦遗之人体质,虽亦属房事之事,然如我所言,乃属不自主之宣泄。训练他们须怀审慎,更当补养其体力,因其体力明显匮乏;且当排干其汗水,因其汗水过于充沛。训练项目当较为温和,但过程当拉长持续时间,以便锻炼其气息。他们需要以细土调稠的适量油脂,因这一药物既能束紧体魄,又能适度予以放松。
ἀγωνιῶντες δὲ ἀθληταὶ θεραπευέσθων μὲν καὶ τὰς γνώμας λόγῳ παραθαρσύνοντί τε αὐτοὺς καὶ καθιστάντι, γυμναζέσθων δʼ ἐν χώρᾳ τῶν ἀϋπνούντων τε καὶ μὴ εὐσίτων. εὖ τούτοις ἔχει τὸ ἁρμονικὸν γυμνάσιον, αἱ γὰρ περιδεεῖς γνῶμαι προθυμότεραί εἰσι μανθάνειν ἃ προσήκει φυλάττεσθαι. κόποι δὲ οἱ μὲν αὐτόματοι νόσων ἀρχαὶ καὶ ἀπόχρη τοὺς μὲν πηλῷ καὶ παλαίστρᾳ πονήσαντας ἀνιέναι μετρίως τε καὶ ὡς εἶπον, τοὺς δὲ ἐν κόνει πεπονηκότας ἐπιγυμνάζειν τῆς ὑστεραίας ἐν πηλῷ ξὺν μικρᾷ ἐπιτάσει, ἡ γὰρ ἀθρόα μετὰ τὴν κόνιν ἄνεσις ἰατρὸς πονηρὸς κόπων, οὐ γὰρ θεραπεύει τὴν ἰσχὺν ἀλλʼ ἀποκρεμάννυσιν ἡ μὲν δὴ σοφωτέρα γυμναστικὴ καὶ ἐπιτείνουσα τὸν ἀθλητὴν τοιάδε ἂν εἴη.
心怀焦虑的运动员,亦当以激励与安抚的言语调治其心智,且当将其置于失眠与厌食之人的同等类别中加以训练。调和的训练对他们大有裨益,因恐惧之心更乐于习得应当防范之事。不期而至的疲劳乃是疾病之肇始;对于在泥浆与摔跤场中劳作之人,如我所言予以适度放松即可;而对于在细土中劳作者,翌日当在泥浆中稍加负荷予以补充训练,因为在细土之后骤然放松乃是调治疲劳的拙劣医者,它非但不能养护体力,反倒使其松弛衰竭。更为高明且能增强运动员体魄的体育术,正是此等风范。
- 48ὧν εἰ ἐφαπτοίμεθα, οὐκ ἂν εἴη στεφανηφόρος ἀγωνία
属格关系代词 ὧν 作为动词 ἐφάπτομαι 的宾语(该动词要求属格),先行词指前文列举的刚行房事者的身体征象(或带有此类体征的运动员)。从句由条件从句中的“εἰ + 祈愿语气(ἐφαπτοίμεθα)”与主句中的“ἄν + 祈愿语气(οὐκ ἂν εἴη)”构成潜在条件句(potential condition),意为“我们若以此等状态着手/介入,角逐便绝不可能带来桂冠”。
- 49οἱ δὲ ὀνειρώττοντες ἀποκάθαρσις μὲν τῆς ἐπιπολαζούσης εὐεξίας
句首的主格短语 οἱ ὀνειρώττοντες 既可视为悬垂主格(nominativus pendens),引出话题并由后文从句承接;亦可视为省略了系动词(ἐστί 或 εἰσί),由抽象名词 ἀποκάθαρσις 作表语。它以借喻性的紧凑表达指出:“梦遗之人(这一现象)乃是浮于表层之健旺体质的宣泄”。
- 52στεφάνων καὶ κηρύκων αἰσχρὰν ἡδονὴν ἀλλαξάμενοι
在动词中间位 ἀλλάσσομαι(交换)的支配构造中,宾格 αἰσχρὰν ἡδονὴν 表示换取得到之物,而属格 στεφάνων καὶ κηρύκων 则表示付出或舍弃之物(代价属格 / genitive of price),由此构成“以桂冠与传令官的宣示(荣誉)换取了可耻欢愉之人”的句法结构。
