- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg007.humanitext-grc2:54-58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举摔跤名将格剌诺斯因教条套用四日周期法致死的惨剧,抨击该法之弊并阐明奥林匹亚的实操规则,随后详述哑铃、细土种类、沙袋训练法及日光浴的适用条件。
ἔλεγχος δὲ τῶν τετράδων, ἃς παρῃτησάμην καὶ ἡ ἐπὶ Γερηνῷ τῷ παλαιστῇ διαμαρτία,1 οὗ τὸ σῆμα Ἀθήνησιν ἐν δεξιᾷ τῆς Ἐλευσῖνάδε ὁδοῦ. ἐτύγχανε μὲν οὗτος Ὀλύμπια νενικηκώς, τρίτῃ δὲ ἀπʼ ἐκείνης ἡμέρᾳ πίνων τὴν ἑαυτοῦ νίκην καί τινας τῶν γνωρίμων ἑστιῶν ὀψοφαγίᾳ ἀήθει χρησάμενος ἀπηνέχθη τοῦ ὕπνου. ἥκων οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον ὡμολόγει πρὸς τὸν γυμναστὴν ὠμός τε εἶναι πονήρως τε ἔχειν πῃ, ὁ δὲ ἠγρίαινέ τε καὶ ξὺν ὀργῇ ἤκουε καὶ χαλεπὸς ἦν ὡς ἀνιέντι καὶ τὰς τετράδας διασπῶντι,2 ἔς τε ἀπέκτεινε τὸν ἀθλητὴν ἐν αὐτῷ τῷ γυμνάζειν ἀγνωσίᾳ, οὐ συνεὶς προειπόντος ἃ γιγνώσκειν ἔδει καὶ σιωπῶντος.3 τοιῶνδε μὲν δὴ τῶν τετράδων οὐσῶν καὶ ὧδε ἀγυμνάστων ὑπ᾽ ἀπαιδεύτου γυμναστοῦ γίγνεται οὐ μέτρια πάθη· τὸ γὰρ τοιοῦδε ἀθλητοῦ ἁμαρτεῖν τὰ στάδια πῶς οὐ βαρύ; οἱ δὲ ἀσπαζόμενοι τὰς τετράδας τί χρήσονται αὐταῖς ἐς Ὀλυμπίαν ἥκοντες; παρʼ οἷς κόνις μέν, ὁποίαν εἴρηκα, γυμνάσια δὲ προστεταγμένα, γυμνάζει δὲ ὁ Ἑλλανοδίκης οὐ τῇ προῤῥήσει, ἀλλʼ ἐπεσχεδιασμένα πάντα τῷ καιρῷ, μάστιγος καὶ τῷ γυμναστῇ ἐπηρτημένης, εἴ τι παρʼ ἃ κελεύουσι πράττοι. κελεύουσι δὲ ἀπαραίτητα, ὡς παραιτουμένοις ταῦτα ἕτοιμον Ὀλυμπίων εἴργεσθαι. περὶ μὲν δὴ τῶν τετράδων τοσαῦτα. τούτοις ἑπόμενοι σοφίαν τε γυμναστικὴν ἐνδειξόμεθα καὶ τοὺς ἀθλητὰς ἐπιῤῥώσομεν καὶ ἀνηβήσει τὰ στάδια ὑπὸ τοῦ εὖ γυμνάζειν.
对我所摒弃的四日周期法的反驳,还可见于摔跤手格剌诺斯身上的惨痛失误,其陵墓位于雅典通往厄琉息斯之路的右侧。他适逢在奥林匹亚获胜,但在获胜后的第三天,他饮酒庆胜并款待相识之人,因异乎寻常的暴饮暴食而丧失了睡眠。翌日他来到竞技场,向训练师坦白自己食滞未消、身体某处不适;训练师却勃然变色,忿怒以对,严厉斥责他松懈偷懒、破坏四日周期,以至于出于无知,竟在训练过程中将这位选手置于死地,在〔选手〕已预先说明的情况下,仍未理解那些即便保持沉默也应当知晓的情况。既然四日周期法是这等性质,又被不通教养的训练师如此盲目套用,便会酿成非同寻常的灾难;赛场痛失这般优秀的选手,岂不令人痛心?至于那些尊奉四日周期法的人,来到奥林匹亚时又将如何运用它?在那里,沙土正如我所描述的那样,训练项目皆由长官指派,而希腊审判官决不按事先宣布的程序训练,而是因应时机随机应变,若训练师稍有违背命令之举,皮鞭便悬在其头顶。并且其命令不容置辩,以至于敢于抗拒者立即面临逐出奥林匹亚赛会的惩戒。关于四日周期法,就说这么多。 遵循这些原则,我们便能显发体育术的智慧,振奋运动员的体魄,赛场亦将因得当的训练而焕发新生。
Ἁλτὴρ δὲ πεντάθλων μὲν εὕρημα, εὕρηται δὲ ἐς τὸ ἅλμα, ἀφʼ οὗ δὴ καὶ ὠνόμασται, οἱ γὰρ νόμοι τὸ πήδημα χαλεπώτερον ἡγούμενοι τῶν ἐν ἀγῶνι τῷ τε αὐλῷ προσεγείρουσι τὸν πηδῶντα καὶ τῷ ἁλτῆρι προσελαφρύνουσι, πομπός τε γὰρ τῶν χειρῶν ἀσφαλὴς καὶ τὸ βῆμα ἑδραῖόν τε καὶ εὔσημον ἐς τὴν γῆν ἄγει. τουτὶ δὲ ὁπόσου ἄξιον οἱ νόμοι δηλοῦσιν· οὐ γὰρ ξυγχωροῦσι διαμετρεῖν τὸ πήδημα, ἢν μὴ ἀρτίως ἔχῃ τοῦ ἴχνους. γυμνάζουσι δὲ οἱ μὲν μακροὶ τῶν ἁλτήρων ὤμους τε καὶ χεῖρας, οἱ δὲ σφραιροειδεῖς4 καὶ δακτύλους. παραληπτέοι δὲ καὶ κούφοις ὁμοίως καὶ βαρέσιν ἐς πάντα γυμνάσια, πλὴν τοῦ ἀναπαύοντος.
哑铃乃是五项全能选手的发明,它正是为跳跃而创制,其名称亦由此而来。规则认为跳跃乃是比赛中较为艰巨的项目,因而既以长笛激励跳跃者,又以哑铃使其体态轻捷;因为它是双臂安稳的引领,并使步伐稳固而清晰地落于地面。这具有何等价值,规则已然说明:若脚印不够端正完好,便不准丈量跳跃距离。长形哑铃锻炼双肩与双臂,球形哑铃亦能锻炼手指。除旨在休整的训练外,在一切训练中,无论轻重项目选手皆当同样采用。
κόνις δὲ ἡ μὲν πηλώδης ἱκανὴ ἀποῤῥύψαι καὶ ξυμμετρίαν δοῦναι τοῖς περιττοῖς, ἡ δὲ ὀστρακώδης ἀνοῖξαί τε ἐπιτηδεία καὶ ἐς ἱδρῶτα ἀγαγεῖν τὰ μεμυκότα, ἡ δὲ ἀσφαλτώδης ὑποθάλπειν τὰ ἐπεψυγμένα, μέλαινα δὲ καὶ ξανθὴ κόνις γεώδεις μὲν ἄμφω καὶ ἀγαθαὶ μαλάξαι τε καὶ ὑποθρέψαι, ἡ δὲ ξανθὴ κόνις καὶ στιλπνοὺς ἐργάζεται καὶ ἡδίους ἰδεῖν, ὡς περὶ γενναίῳ τε καὶ ἠσκημένῳ σώματι ἔστι. σκεδαννύναι δὲ χρὴ τὴν κόνιν ὑγρῷ τῷ καρπῷ καὶ διεστῶσι τοῖς δακτύλοις διαῤῥαίνοντα μᾶλλον ἢ ἐπιπάττοντα, ἵνʼ ἐς τὸν ἀθλητὴν ἡ ἄχνη πίπτοι.
至于细土,泥质细土足以涤除污垢并使过剩之体液重归平衡;陶质细土适于开启毛孔并使闭塞之物发散为汗液;沥青质细土则能从内部温煦受凉的部位;黑土与黄土皆属土质,皆利于柔化机体并在内里滋养,而黄土更能使身体焕发光泽且悦目怡人,正适宜于健美精炼的躯体。抛撒细土时,应当手腕柔软、舒展手指,以喷洒而非厚敷的方式扬撒,以便细末均匀落于运动员身上。
Κώρυκος δὲ ἀνήφθω μὲν καὶ πύκταις, πολὺ δὲ μᾶλλον τοῖς ἐπὶ τὸ παγκράτιον φοιτῶσιν. ἔστω δὲ καὶ κοῦφος μὲν ὁ πυκτικός; ἐπειδὴ κωρύκου γυμνάζονται μόναι αἱ τῶν πυκτῶν χεῖρες, ὁ δὲ τῶν παγκρατιαστῶν ἐμβριθέστερος καὶ μείζων, ἵνα γυμνάζοιντο μὲν τὴν βάσιν ἀνθιστάμενοι τῇ τοῦ κωρύκου ἐπιφορᾷ, γυμνάζοιντο δὲ ὤμους τε καὶ δακτύλους ἐς ἀντίπαλόν τι παίοντες. ἡ κεφαλὴ ἐναραττέτω καὶ πάντα ὁ ἀθλητὴς ὑποκείσθω τοῦ παγκρατίου τὰ ὀρθὰ εἴδη.5
悬吊沙袋当用于拳击手,但更当用于投身混斗项目的人。拳击手的沙袋当较为轻巧,因为拳击手仅以沙袋锻炼双臂;混斗选手的沙袋则当更为厚重硕大,以便他们借由抵御沙袋的撞击以锻炼步法,并通过击打与之抗衡之物来锻炼双肩与手指。当以头抵撞,运动员亦当施展混斗项目的一切立姿技法。
εἱληθεροῦσι δὲ οἱ μὲν ἀμαθῶς αὐτὸ πράττοντες ἐν ἅπαντι τῷ ἡλίῳ καὶ πάντες, οἱ δὲ ξὺν ἐπιστήμῃ καὶ λόγῳ οὔτε ἀεὶ καὶ ὁπόσοις λῷον· οἱ μὲν γὰρ βόρειοι τῶν ἡλίων καὶ οἱ νήνεμοι καθαροί τέ εἰσι καὶ εὔειλοι, ἅτε δὴ λευκοῦ ἐκβάλλοντες τοῦ αἰθέρος, οἱ δὲ νότιοί τε καὶ ἐκνεφίαι ὑγροί τέ εἰσι καὶ ὑπερκαίοντες, οἷοι ἐπιθρύψαι μᾶλλον τοὺς γυμναζομένους ἢ θάλψαι. τὰς μὲν δὴ εὐηλίους τῶν ἡμερῶν εἴρηκα, ἡλιωτέοι δὲ οἱ φλεγματώδεις μᾶλλον, ἵνα τοῦ περιττοῦ ἐξικμάζοιντο, ἐπιχόλους δὲ ἀπάγειν χρὴ δὴ τούτου, ὡς μὴ πυρὶ πῦρ ἐπαντλοῖτο. καὶ ἡλιούσθων οἱ μὲν προήκοντες6 ἀργοὶ κείμενοι καὶ πρόσειλοι κατὰ ταὐτὰ ὀπτωμένοις, οἱ δὲ σφριγῶντες ἐνεργοὶ καὶ γυμναζόμενοι πάντα, καθάπερ Ἠλεῖοι νομίζουσι. τὸ δὲ πυριᾶσθαι καὶ ξηραλοιφεῖν, ἐπειδὴ τῆς ἀγροικοτέρας γυμναστικῆς ἔχεται, Λακεδαιμονίοις ἀφῶμεν, ὧν τὰ γυμνάσια οὔτε παγκρατίῳ οὔτε πυγμῇ εἴκασται. φασὶ δὲ αὐτοὶ Λακεδαιμόνιοι μηδὲ ἀγωνίας ἕνεκα γυμνάζεσθαι τὴν ἰδέαν ταύτην, ἀλλὰ καρτερίας μόνης, ὅπερ δὴ μαστιγουμένων ἐστίν, ἐπειδὴ νόμος αὐτοῖς ἐπὶ τοῦ βωμοῦ ξαίνεσθαι.
至于日光浴,不谙此道者会在一切烈日下不加区别地实行,而怀有知识与条理者则既非时刻实行,亦仅施于对其有益之人。因为北风吹拂与无风之日的光照澄澈而和煦,乃是自晴朗明彻的天空洒落;而南风吹拂与雷雨欲来之日的光照则潮湿而灼烈,往往使受训者衰竭受损而非获得温煦。关于晴和之日我已叙毕,但当多令黏液质之人沐浴日光,以便蒸发其过剩水分;至于胆汁质之人则须远离此法,以免火上浇油。年长体衰者当安闲静卧、朝向日光,如同受炙烤一般享受日光浴;而体魄健壮者则当在行动中进行,全身运动,正如伊利斯人所遵行的惯例。至于蒸气浴与干涂油,因其属于较为粗鄙的体育术,且留给斯巴达人罢,他们的训练既不类混斗,亦不似拳击。斯巴达人自己亦称,他们并非为了竞技而采用此种锻炼方式,纯粹是为了磨炼坚忍;这正是遭受鞭笞之人的做派,因为在祭坛前遭受鞭挞乃是他们的法度。
- 54ἔλεγχος δὲ τῶν τετράδων, ἃς παρῃτησάμην καὶ ἡ ἐπὶ Γερηνῷ τῷ παλαιστῇ διαμαρτία
省略系词 ἐστί 的名词句。主格名词短语 ἡ ἐπὶ Γερηνῷ τῷ παλαιστῇ διαμαρτία 作为主语,与表语名词 ἔλεγχος 呼应。连词 καί 可作递进引出解(“……的反驳,亦见于……”),引入格剌诺斯惨剧作为否定四日周期法的有力证据。
- 54ὡς ἀνιέντι καὶ τὰς τετράδας διασπῶντι
由表示主观见解或动机的 ὡς 搭配与格分词 ἀνιέντι 及 διασπῶντι 构成的句式。与格指代格剌诺斯,受形容词 χαλεπός 支配(“对……严厉苛刻”),凸显训练师单方面的主观偏见(认定他偷懒并破坏了四日周期的节奏)。
- 54οὐ συνεὶς προειπόντος ἃ γιγνώσκειν ἔδει καὶ σιωπῶντος
οὐ συνεὶς 的宾语是关系从句 ἃ γιγνώσκειν ἔδει καὶ σιωπῶντος。προειπόντος(不定过去时分词)与 σιωπῶντος(现在时分词)均以省略的选手为逻辑主语构成属格绝对构式(προειπόντος 亦可解为受 συνίημι 支配的人称属格),其中 καὶ σιωπῶντος 的 καί 表让步(“在选手已预先说明的情况下,仍未理解那些即便保持沉默也应当知晓的情况”)。
- 55οἱ δὲ σφραιροειδεῖς
写本中的 σφραιροειδεῖς 实为 σφαιροειδεῖς(球形的)之笔误或异体。它与前文的 οἱ μὲν μακροὶ τῶν ἁλτήρων(长形哑铃)形成鲜明对照,指代球形或圆形的握重器械。
- 57ἡ κεφαλὴ ἐναραττέτω καὶ πάντα ὁ ἀθλητὴς ὑποκείσθω τοῦ παγκρατίου τὰ ὀρθὰ εἴδη
前半句主语为 ἡ κεφαλή(头部),搭配第三人称能动命令法 ἐναραττέτω(“令头部撞击”);后半句主语为 ὁ ἀθλητής,中动态命令法 ὑποκείσθω 支配宾格 πάντα ... τὰ ὀρθὰ εἴδη(“运动员当施展/承受混斗的一切立姿招式”),要求将站立混斗的所有技法实际运用于沙袋对练中。
- 58οἱ μὲν προήκοντες
鉴于后文对照项为 οἱ δὲ σφριγῶντες(体魄旺盛的青年人),这里的 προήκοντες 并非指水平高超者,而是省略了 ταῖς ἡλικίαις 的“年长者/老者”。此处将年长者静卧烤日的温和日光浴,与壮年者在烈日下全面运动的活跃训练法截然区分开来。
